Πέμπτη 12 Σεπτεμβρίου 2013

Κανόνες της Αγίας του θεού Εκκλησίας περί των αιρετικών και των σχέσεων μας με αυτούς !


Κανόνες  της  Αγίας  του  θεού  Εκκλησίας  περί  των  αιρετικών  και  των  σχέσεων  μας  με  αυτούς  !
ΕΚΤΟΣ  ΟΡΘΟΔΟΞΟΥ  ΕΚΚΛΗΣΙΑΣ  ΣΚΟΤΟΣ!!
Ας  περάσουμε  όλοι  από  το κόσκινο  των  αγίων  πατέρων  την εκκλησία  της  Ελλάδος  και  ας  βγάλουμε  τα  συμπεράσματα  μας  ,διότι  πιστότερο  και  από  τα  μεγαλύτερα  θαύματα  ,διοράσεις  και  οράσεις  είναι  οι  γραφές ! απόστολος  Πέτρος  στις  πράξεις  των  αποστόλων!
Όσα  έργα  και  πράξεις  να  κάνουμε   είναι  χωρίς νόημα ! Αν  δεν είμαστε  μέλλει  της  εκκλησίας  του  Χριστού , που συνεχίζει   έστω  και  με  μικρόν (δεν  είναι  η πρώτη  φορά  στην ιστορία  της  εκκλησίας)  ποίμνιο  την  πορεία  της  διαχρονικά  μη  δεχόμενη  καμία  παρέκκλιση,  αλλοίωση , πρόσθεση,  αφαίρεση,  διαφοροποίηση  ,από  την πίστη  που μας δίδαξαν  ο Κύριος  μας  Ιησούς  Χριστός , οι  Άγιοι  Απόστολοι  ,οι  Άγιοι  Πατέρες!
Δοσίθεου Ἰεροσολύμων.
† Τέσσαρα μεγάλα θηρία ἐγεννησεν ὁ ΙΣΤ αἰών : Τὴν αἴρεσιν τοῦ Λούθηρου, τὴν αἴρεσιν τοῦ Καλβίνου, τὴν αἴρεσιν τῶν Γιεζουβιτών καὶ τὴν αἴρεσιν τοῦ νέου Καλενδαρίου.
Τῆς ἁγίας ἑβδόμης οἰκουμενικῆς Συνόδου.
† «... Ἡμεῖς τῇ ἀρχαίᾳ θεσμοθεσίᾳ τῆς Καθολικῆς Ἐκκλησίας ἐπακολουθοῦμεν, ἡμεῖς τοὺς θεσμοὺς τῶν Πατέρων φυλάττομεν, ἡμεῖς τοὺς πρσθέτοντας τι ἤ ἀφαιροῦντας ἐκ τῆς ἁγίας Ἐκκλησίας ἀναθεματίζομεν».
Τῆς ἁγίας ἕκτης οἰκουμενικῆς Συνόδου.
† «Ὁρίζομεν ἑτέραν Πίστιν μηδενὶ ἐξεῖναι προφέρειν, ἥγουν συγγράφειν ἤ συντιθέναι ἤ φρονεῖν ἤ διδάσκειν ἑτέρως τοὺς δὲ τολμῶντας τοῦτο ποιεῖν ἀναθεματίζομεν».
Τῶν Ἁγίων Ἀποστόλων ΚΑΝΩΝ 45ος.
Ὅποιος Ἐπίσκοπος, ἤ Πρεσβύτερος, ἤ Διάκονος ἤθελε συμπροσευχηθῆ μονάχα, ἀλλ' ὄχι καὶ νὰ συλλειτουργήση μὲ αἴρετικούς ἄς ἀφορίζεται. Επειδή ὅποιος μὲ τοῦς ἀφορισμένους συμπροσεύχεται (καθώς τοιούτοι εἶναι οἱ αἰρετικοί) πρέπει νὰ συναφορίζεται καὶ αὐτός, κατά τὸν 10ον Κανόνα τῶν Ἀγ.Αποστόλων. Εἰ δὲ καὶ ἐσυνχώρησεν εἰς τοῦς αἰρετικούς αὐτούς νὰ ἐνεργήσουν κανένα λειτούργημα ὡσάν Κληρικοί, ἄς καθαίρηται ἐπειδή ὅποιος Κληρικός συλλειτουργήσει μὲ καθηρημένους, (καθώς τοιούτοι εἶναι οἱ αἰρετικοί κατὰ τὸν β΄. καὶ δ΄. τῆς γ΄.) συγκαθαιρεῖται καὶ αὐτός κατὰ τὸν 11ον κανόνα τῶν Ἀποστόλων.
Κανών 33ος τῆς ἐν Λαοδικεία Τοπικής Συνόδου.
Διορίζει οὔτος ὁ Κανών νὰ μὴ συμπροσευχώμεθα οὔτε μὲ τοὺς αἰρετικοὺς, ἤτοι τοὺς σφάλλοντας περὶ τὴν πίστιν, οὔτε μὲ τοὺς σχισματικοὺς, ἤτοι τοὺς κατὰ τὴν πίστιν μὲν ὀρθοδόξους ὄντας, χωριζομένους δὲ ἀπὸ τὴν καθολικὴν Ἐκκλησίαν διὰ τινας παραδόσεις καὶ ἔθιμα ἰάσιμα, κατὰ τὸν α΄. τοῦ Μεγ.Βασιλείου.
Κανών 37ος τῆς ἐν Λαοδικεία Τοπικής Συνόδου.
Κατὰ τὸν Κανόνα τοῦτον δὲν πρέπει νὰ λαμβάνει τινὰς Χριστιανὸς ὀρθόδοξος τὰ δῶρα ὁποῦ στέλλουσιν εἰς αὐτούς οἱ Ἰουδαίοι καὶ αἰρετικοί, ὄταν ἔχουν τὰς ἐορτάς των, ἀλλά οὔτε νὰ συνεορτάζη ὅλως αὐτοῖς.
Τοῦ Ἁγίου Αὐγουστίνου.
Ὅτι οἱ τὸ Σχῖσμα δημιουργήσαντες διὰ τῆς ἐπιβολῆς τοῦ νέου Ἡμερολογίου ὁδηγοῦσιν εἰς αἵρεσιν.
† «Οἱ δὲ σχισματικοὶ σχισματοαιρετικοὶ εἰσίν, καθότι δὲν εἶναι κανὲν Σχῖσμα εἰμὴ πρότερον αἵρεσιν ἀναπλάσσῃ, ἵνα ὀρθῶς δόξῃ τῆς Ἐκκλησίας χωρισθῆναι. Τὸ Σχῖσμα κακῶς διαμένον γίνεται αἵρεσις ἤ καταφέρεται εἰς αἵρεσιν, ὅτι καὶ τοὺς σχισματικοὺς οὐχ ἡ διάφορος πίστις ποιεῖ ἀλλ’ ἡ διαρηχθεῖσα τῆς κοινωνίας συντροφία». (Ἐπιστολὴ ρα΄ κεφ. ια΄ εἰς τὸ κατὰ Ματθαῖον).
Τοῦ Ἁγίου Βασιλείου τοῦ Μεγάλου.
Περὶ τῶν Σχισματικῶν ἱερέων ὅτι στεροῦνται οὗτοι τῆς θείας χάριτος.
  Ἀφοῦ δὲ μίαν φορὰν ἐσχίσθησαν ἀπὸ τὸ ὅλον σῶμα τῆς Ἐκκλησίας ἔχασαν αὐτὸ καὶ δὲν εἰμποροῦν πλέον νὰ βαπτίσουν ἄλλους, ἤ νὰ χειροτονήσουν ἤ ἁπλῶς νὰ δώσουν χάριν, τὴν ὁποίαν διὰ τοῦ σχίσματος ἐστερήθησαν, ὅθεν καὶ οἱ ὑπ’ αὐτῶν βαπτιζόμενοι λογίζονται ὅτι ὑπὸ λαϊκῶν ἐβαπτίσθησαν (Ἑρμηνεία α΄. Κανόνος). «Ὥσπερ μέλος τὶ ἀποκοπὲν τοῦ σώματος παύει μετέχον τῆς ζωτικῆς δυνάμεως, οὕτω καὶ πᾶς τις ἀποσχιζόμενος τῆς Ὀρθοδόξου Ἐκκλησίας τοῦ Χριστοῦ δὲν μετέχει τῆς χάριτος τοῦ Παναγίου Πνεύματος, ἥν ἔλαβεν ἐν τῷ βαπτίσματι» (Ἐκ τοῦ ἱεροῦ Πηδαλίου).
Τῆς ἁγίας 3ης Οἰκουμενικῆς Συνόδου 3ος κανών.
Ὅτι δὲν ἐπιτρέπεται οἱ ἱερεῖς νὰ μνημονεύωσι καὶ νὰ ὑπακούωσιν εἰς τοὺς ἀποστάτας καινοτόμους ἀρχιερεῖς οὐδὲ οἱ λαϊκοί.
† «Τοῖς ἀποστασήσασιν ἢ ἀφισταμένοις Ἐπισκόποις μηδόλως ὑπόκεισθαι κατὰ μηδένα τρόπον».
 «Εἶ τις ἀκοινωνήτῳ κἄν ἐν οἴκῳ συνεύξηται ἀφοριζέσθω», καὶ ἀλλαχοῦ «ὁ ἀκοινωνήτως κοινωνῶν ἀκοινώνητος ἔσται, ὡς συγχέων τὸν κανόνα τῆς Ἐκκλησίας» πάλιν «ὁ αἱρετικὸν δεχόμενος τοῖς αὐτοῖς ἐγκλήμασιν ὑπόκειται». Οὐκ ἔστι τοῦτο θεμιτὸν οὐκ ἔστιν ἀλλ’ οὐδὲ μνημονεύσομεν καὶ τοῦτο παρὰ τοῦ πονηροῦ, ὅς σκότος ὧν τὸ φῶς ὑποκρίνεται, ὡς νῦν γε, τὴν ἕνωσιν προβαλλόμενος «μνημόσυνον» τὴν μετ’ αὐτῶν ἀπώλειαν τοῦ παντὸς τοῦ σώματος τῆς Ἐκκλησίας δολιεύεται καὶ φανερῶς μὴ πείθειν ἔχων πρὸς τοῦτο, ἀδήλως ἐπιχειρεῖ, ἵνα ἐν ἑνί τρόπῳ ἀνοίξη θύραν καὶ κορυφώσῃ κακίαν.
Ἐπιστολὴ ε΄ Συνοδικὴ (Ἰουστίνου).
† «Ὡρίσθη παρὰ τῶν ἁγίων Πατέρων χρῆναι καὶ μετὰ θάνατον ἀναθεματίζεσθαι τοὺς εἴτε εἰς κανόνας εἴτε εἰς Πίστιν ἁμαρτήσαντας».
Ἁγίου Ἰγνατίου τοῦ Θεοφόρου.
† «Πᾶς ὁ λέγων παρὰ τὰ διατεταγμένα κἄν ἀξιόπιστος ἤ κἄν νηστεύῃ καὶ παρθενεύῃ κἄν σημεῖα ποιῇ κἄν προφητεύῃ, λύκος σοι φαινέσθω ἐν προβάτου δορᾷ, προβάτων φθορὰν κατεργαζόμενος».
Τοῦ Ἁγίου Φωτίου.
† «Καὶ γὰρ ἐστιν ὄντως τὰ Κοινὰ πᾶσιν φυλάττειν ἐπάναγκες καὶ πρὸ γε τῶν ἄλλων τὰ περὶ Πίστεως· ἔνθα καὶ τὸ παρεκλῖναι μικρὸν ἁμαρτεῖν ἐστὶν ἁμαρτία τὴν πρὸς θάνατον». (Ἐπιστολὴ πρὸς τὸν Ρώμης Νικόλαον).
Τοῦ Ἀγ. Γερμανοῦ τοῦ υἱοῦ Πατριάρχου Κ/πόλεως.
† «Ἐπισκήπτομαι πᾶσι τοῖς ἐν Κύπρῳ λαϊκοῖς, ὅσοι τῆς Καθολικῆς Ἐκκλησίας ἐστὲ τέκνα γνήσια, φεύγειν ὅλῳ ποδὶ ἀπὸ τῶν ὑποπεσόντων ἱερέων τῇ Λατινικῇ ὑποταγῇ καὶ μηδὲ εἰς Ἐκκλησίαν τούτοις συνάγεσθαι, μηδὲ εὐλογίαν ἐκ τῶν χειρῶν αὐτῶν λαμβάνειν τὴν τυχοῦσαν· κρεῖσσον γὰρ ἐστὶν ἐν τοῖς οἴκοις ὑμῶν τῷ θεῷ προσεύχεσθε κατὰ μόνας, ἤ ἐπ’ ἐκκλησίαις συνάγεσθε μετὰ τῶν Λατινοφρόνων, εἰ δὲ οὐν τὴν αὐτὴν ὑφέξεται μετ’ αὐτῶν κόλασιν. Ἤ οὐχὶ τὰ τῶν ἐπὶ κοσμικῶν κρίσεων τοῦτο γίνεσθε  σύνηθες; Ἄν γὰρ τις συλλαλῇ ἀνδροφόνῳ ἤ ληστῇ ἤ προδότῃ τὴν αὐτὴν ἐκείνῳ ὑφίσταται κόλασιν».
Τοῦ Ἁγίου Βασιλείου τοῦ Μεγάλου.
† «Πᾶς ὁ δυνάμενος λέγων τὴν ἀλήθειαν καὶ μὴ λέγων αὐτήν, κατακριθήσεται ὑπὸ τοῦ θεοῦ, καὶ ταῦτα ἔνθα πίστις ἐστὶ τὸ κινδυνευόμενον, καὶ τῆς ὅλης Ἐκκλησίας τῶν Ὀρθοδόξων ἡ Κρηπὶς τὸ γὰρ ἐφησυχάζειν ἐν τοῖς τοιούτοις, ἀρνήσεως ἴδιον, τὸ δὲ ἐλέγχειν ὁμολογίας εἰλικρινοῦς».
Τοῦ Ἁγίου Μελετίου τοῦ ὁμολογητοῦ.
† «Μὴ πείθεσθε Μονάζουσαν μηδὲ τοῖς Πρεσβυτέροις,
ἐφ’ οἷς ἀνόμως λέγουσι κακίστως εἰσηγοῦνται,
καὶ τὶ φημὶ Μονάζουσι καὶ τὶ τοῖς πρεσβυτέροις;
Μηδ’ Ἐπισκόποις εἴκετε τὰ μὴ λυσιτελοῦντα,
πράττειν καὶ λέγειν καὶ φρονεῖν δολίως παραινοῦσιν».
«Τὶς εὐσεβὴς σιγήσει τὶς ὅλως ἠρεμήσει;
καὶ γὰρ τὴν συγκατάθεσιν σιωπὴ σημαίνει
καὶ τοῦτο δείκνυσι σαφῶς ὁ Πρόδρομος Κυρίου,
καὶ Μακκαβαῖοι σὺν αὐτῷ μικρὰς νομοθεσίας,
προκινδυνεύοντες στερρῶς μέχρις αὐτοθανάτου
καὶ μήτε τὸ βραχύτατον τοῦ νόμου παριδόντες
ἐπαινετὸς ὁ πόλεμος γνωρίζεται πολλάκις
καὶ μάχη κρεῖττον δείκνυται ψυχοβλαβοῦς εἰρήνης.
Βέλτιον γὰρ ἀνθίστασθαι τοῖς οὐ καλῶς φρονοῦσιν
ἡ τούτοις ἐπακολουθεῖν κακῶς ὁμονοοῦντας,
χωριζομένους τοῦ θεοῦ καὶ τούτοις ἑνουμένους».
Τοῦ Ἁγίου Μελετίου τοῦ ὁμολογητοῦ.
† «Τὸ τὴν ἀλήθειαν σιγᾷν κίνδυνος ὄντως μέγας,
καὶ κόλασις αἰώνιος καὶ βόθρος ἀπωλείας,
οὐ δίκαιον, οὐ θεμιτόν, οὐ πρέπον εὐσεβέσιν
ὅλως σιγᾷν, ἔνθα θεοῦ τοὺς νόμους ἀθετοῦσι,
οἱ τὴν ἀπάτην σπεύδοντες συστῆσαι καὶ τὴν πλάνην».
Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.
Ὅτι πρέπει τὰ γνήσια τῆς Ὀρθοδόξου Ἐκκλησίας τέκνα νὰ ἀποφεύγωμεν τοὺς ἐν δόλῳ τὴν ὀρθοδοξίαν νοθεύοντας, διὰ νεωτερισμῶν κληρικοὺς.
† «Κακὸν μὲν ἡ ἀναρχία πανταχοῦ καὶ πολλοῖς ὑπόθεσις συμφορῶν καὶ ἀρχὴ ἀταξίας καὶ συγχύσεως· κακὸν δὲ οὐχ ἧττον καὶ ἀπείθεια τῶν ἀρχομένων. Ἀλλ’ ἴσως ἐρεῖ τις ἡμῖν, ὅτι ἔσται καὶ τρίτον κακόν, ὅταν ὁ ἄρχων ᾖ κακός. Οἶδα κἀγὼ καὶ οὐ μικρὸν τοῦτο κακόν· ἀλλὰ καὶ τῆς ἀναρχίας πολλῷ κάκιον. Κρεῖττον γὰρ ὑπὸ μηδενὸς ἄρχεσθαι, ἤ ὑπὸ κακοῦ ἄγεσθαι. Ὁ μὲν γὰρ πολλάκις μὲν ἐσώθη, πολλάκις δὲ ἐκινδύνευσεν· οὗτος δὲ πάντως κινδυνεύσει εἰς βάραθρα ἀγόμενος. Πῶς οὖν ὁ Παῦλος φησίν, πείθεσθε τοῖς ἡγουμένοις ἡμῶν καὶ ὑπείκετε; ἀνωτέρω εἰπὼν «ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν» τότε εἶπε πείθεσθε τοῖς ἡγουμένοις ἡμῶν καὶ ὑπείκετε. Τὶ οὖν φησί; ὅταν πονηρὸς ἧ, μὴ πειθώμεθα; Πονηρὸς πῶς λέγεις; εἰ μὲν πίστεως πονηρὸς ἕνεκεν, φεῦγε καὶ παραιτοῦ, μὴ μόνον ἄν ἄνθρωπος ἧ, ἀλλὰ κἄν ἄγγελος ἐξ οὐρανοῦ κατιών. Εἰ δὲ βίου ἕνεκεν μὴ περι-εργάζου. Ἐπεὶ καὶ τὸ μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, περί βίου ἐστίν, οὐ περί πίστεως»  (λόγος 34ος ).
Ἐκ τοῦ Ἁγίου Ἀντωνίου.
† «Οὐδεὶς γὰρ ἡμῶν κρίνεται διατὶ δαιμόνια οὐκ ἐξέβαλεν, ἤ διατὶ οὐκ ἔσχε πρόγνωσιν, ἀλλ’ ἕκαστος κριθήσεται, εἰ τὴν πίστιν τετήρηκε καὶ τὰς Ἐντολὰς καὶ Παραδόσεις γνησίως ἐφύλαξεν».
Τοῦ Ἁγίου Ἰσιδώρου τοῦ Πηλουσιώτου.
  «... Τὸ πάλαι ὑπὲρ τῶν προβάτων ἀπέθνησκον οἱ Ποιμένες, νῦν δὲ μᾶλλον αὐτοὶ ἀναιροῦσι τὰ πρόβατα· τότε νηστείαις τὸ σῶμα ἐσωφρόνιζον, νῦν δὲ τρυφαῖς παρασκευάζουσι σκιρτᾷν. Τότε τὰ ἑαυτῶν τοῖς δεομένοις διένειμον, νῦν δὲ τὰ τῶν πενήτων σφετερίζονται. Τότε τὴν ἀρετὴν ἤσκουν, τὺν δὲ τοὺς τὴν ἀρετὴν ἀσκούντας ἐξοστρακίζουσι. Τότε οἱ φιλάρετοι πρὸς τὴν ἱερωσύνην ὑπήγοντο, νῦν δὲ οἱ φιλάργυροι. Τότε οἱ ἀκτημωσύνῃ ἐναμβρυνόμενοι, νῦν δὲ οἱ πλεονεξίᾳ ἑκουσίως χρηματιζόμενοι. Τότε οἱ πρὸ ὀφθαλμοῦ ἔχοντες τὸ θεῖον δικαστήριον νῦν δὲ οἱ μηδὲ εἰς ἔννοιαν τοῦτο λαμβάνοντες. Τότε οἱ τύπτεσθαι, νῦν δὲ οἱ τύπτειν ἕτοιμοι».
Ἁγίου Νικηφόρου.
(Τὴν ἐκκλησίαν τοῦ Θεοῦ ἀποτελοῦν οἱ εὐσεβεῖς ὁσονδήποτε ὀλίγοι καὶ ἄν μείνουν. Οἱ ἀκολουθοῦντες τὴν καινοτομίαν, ἔξω τῆς Ἐκκλησίας εἶναι).
† «Εἰ δὲ διαμένουσιν ἐν τῇ αἱρέσει, καὶ ἴσως καὶ ἑτέρους τινὰς ἀμαθεστέρους καὶ ἁπλουστέρους δυνηθῶσιν ἀποβουκολῆσαι, κἄν ὀχλαγωγήσωσι καὶ πλῆθος συνάγωσιν ἔξω τῶν ἱερῶν τῆς Ἐκκλησίας περιβόλου εἰσίν. Εἰ δὲ καὶ πάνυ ὀλίγοι ἐν τῇ Ὀρθοδοξίᾳ καὶ Εὐσεβείᾳ διαμένουσιν, οὗτοι εἰσὶν Ἐκκλησία καὶ τὸ κῦρος καὶ ἡ προστασία τῶν ἐκλησιαστικῶν θεσμῶν ἐναὐτοῖς κεῖται. Κἄν κακοπαθῆσαι αὐτοῖς ὑπὲρ τῆς εὐσεβείας δεήσει, ὅπερ ἐστιν εἰς καύχημα αἰώνιον καὶ ψυχικῆς σωτηρίας πρόξενον...»
Ἐκ τῶν διατάξεων τῶν Ἁγ. Ἀποστόλων Κεφαλ. 19.
† Ἀκούσατε οἱ Ἐπίσκοποι καὶ ἀκούσατε οἱ λαϊκοί, ὥς φησιν ὁ θεός, κρινῶ κριὸν πρὸς κριόν, καὶ πρόβατον πρὸς πρόβατον καὶ πρὸς τοὺς ποιμένας λέγει· κριθήσεσθαι ἕνεκεν τῆς ἀπειρίας αὐτῶν καὶ τῆς εἰς τὰ πρόβατα διαφθορὰς, τουτέστιν, ἐπίσκοπον πρὸς ἐπίσκοπον κρινῶ καὶ λαϊκὸν πρὸς λαϊκὸν καὶ ἄρχοντα πρὸς ἄρχοντα· λογικὰ γὰρ τὰ πρόβατα καὶ οἱ κριοὶ οὗτοι, ἀλλ’ οὐκ ἄλογα, ἵνα μὴ εἴπῃ ὁ λαϊκός, ὅτι ἐγὼ πρόβατον εἰμὶ καὶ οὐ ποιμὴν καὶ οὐδένα λόγον ἐμαυτοῦ πεποίημαι· ὁ ποιμὴν ὄψεται, καὶ αὐτὸς μόνος εἰσπραχθήσεται τὴν περὶ ἐμοῦ δίκην· ὥσπερ γὰρ τῷ καλῷ ποιμένι τὸ μὴ ἀκολουθοῦν πρόβατον λύκοις ἔκκειται εἰς διαφθοράν, οὕτω τῷ πονηρῷ ποιμένι τὸ ἀκολουθοῦν πρόβατον πρόδηλον ἔχει τὸν θάνατον, ὅτι κατατρώξεται αὐτοῦ, διὸ φευκτέον ἀπὸ τῶν φθορέων ποιμένων.
Τοῦ Ἁγίου Βασιλείου τοῦ Μεγάλου.
† «Δεῖ τῶν ἀκροατῶν τοὺς πεπαιδευμένους τὰς γραφὰς δοκιμάζειν τὰ παρὰ τῶν διδασκάλων λεγόμενα καὶ τὰ μὲν σύμφωνα ταῖς γραφαῖς δέχεσθαι τὰ δὲ ἀλλότρια ἀποβάλλεν. Καὶ τοῦς τοιούτοις (ἀλλοτρίοις) διδάγμασιν ἐπιμένοντας ἀποστρέφεσθαι σφοδρότερον».
Ἁγ. Ἰωάννου Χρυσοστόμου.
† «Τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ ἐπὶ τῆς κεφαλῆς τίθεται, ἵνα μάθῃ ὁ χειροτονούμενος ὅτι τὴν ἀληθινὴν τοῦ Εὐαγγελίου Τιάραν λαμβάνει, καὶ ἵνα μάθῃ ὅτι καὶ ἡ πάντων ἐστὶ κεφαλή, ἀλλ’ ὑπὸ τούτους  πράττει τοὺς νόμους, πάντων κρατῶν καὶ ὑπὸ τῶν νόμων κρατούμενος, πάντα νομοθετῶν καὶ ὑπὸ τοῦ νόμου νομοθετούμενος.
ΟΜΟΛΟΓΙΑ ΠΙΣΤΕΩΣ ΤΩΝ ΟΡΘΟΔΟΞΩΝ ΧΡΙΣΤΙΑΝΩΝ
Ἀποδέχομαι καὶ τιμῶ τὰς ἁγίας καὶ Οἱκουμενικὰς Ἑπτὰ Συνόδους, καὶ τὰ ἐν αὐταῖς δογματισθέντα καὶ κηρυχθέντα θεῖα τε καὶ ὑπερφυῆ καὶ σωτήρια Δόγματα παρὰ τῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν, οὔς κατὰ καιρὸν ἔθετο τὸ Πνεύμα τὸ ἅγιον ποιμαίνειν τὴν Ἐκκλησίαν αὐτοῦ καὶ διέπειν, καὶ πάντων τῶν ἐναρέτων καὶ Μακαρίων Πατέρων τὰ τε Δόγματα καὶ Πονήματα ἀσπάζομαι ὡς διδασκαλίαν ἀνεπίλητον, σωτηρίας θεμέλιον· καὶ οὕς ἡ Καθολικὴ Ἀνατολικὴ Ὀρθόδοξος Ἐκκλησία προσίεται, ἀποδέχομαι· καὶ οὕς ἀποτρέπεται, ἀποστρέφομαι. Ἀποβάλλομαι δὲ καὶ παντελῶς ἀποτρέπομαι τὰς ἀπὸ Σίμωνος τοῦ Μάγου καὶ μέχρι τοῦ δεῦρο τῆς εὐσεβείας παντάπασιν πεπτωκότας καὶ δόξας υἱοθετήσαντας καὶ φθοροποιὰ δόγματα ἐφευρόντας καὶ τὴν τῶν Ἁγίων Παράδοσιν ἀθετήσαντας καὶ τὸν πικρὸν τὸν ζιζανίων σπόρον συναμεῖξαι τῆ τῆς Ὀρθοδοξίας Ἀρούρα τολμήσαντας αὐτούς τε ἀναθεματίζω καὶ πάντας τοὺς ἐπομένοις αὐτοῖς, καὶ ὡς λύμην τῆς κατὰ Χριστὸν Ἐκκλησίας διαπτύω καὶ τῶ ἀναθέματι καθυποβάλω.
Γνώμη τῆς Ὀρθοδόξου Ἐκκλησίας εἶναι να πιστεύη ὁ Χριστιανὸς ὀρθῶς, ἤγουν νὰ περιπατῆ ἴσα εἰς τὴν Πίστιν, καθῶς παρελάβομεν, νὰ μὴ πίπτει εἰς ἀποστασίας καὶ αἰρέσεις ἤ εἰς σχίσματα, ἴδια τῶν υἱῶν τῆς ἀπωλείας. Τοῦς τοιούτους ὀνομάζει ὁ Εὐαγγελιστὴς Ἰωάννης «ἀντιχρίστους» υἱοῦς τῆς ἀπειθείας, ὁ Ἀπόστολος Παύλος πρὸς Ἐφεσίους «ἀπίστους», ὁ Δαμασκοῦ φωστῆρ· «ὁ γοῦν μὴ κατὰ παράδοσιν τῆς καθολικῆς Ἐκκλησίας πιστεύων, οὗτος ἄπιστος ἐστι»· διότι μὴ βαδίζοντες καὶ μὴ ἐχοντες τὸν αὐτὸν σκοπόν, ὅν ἐβάδισεν ἡ Ὀρθόδοξος Ἐκκλησία ἄς γνωρίζουν οἱ τοιοῦτοι ἱερεῖς μήτε ἱερωσύνην μήτε Μυστήρια τελούνται ὑπ’αὐτῶν, ἡ δὲ μερὶς αὐτῶν μετὰ τοῦ προδότου Ἰούδα.
                                                                                    (Ὑπὸ Ν. Βουλγάρεως).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου