Τρίτη 5 Ιουνίου 2018

ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΑΚΩΒΟΥ, ΚΑΘΗΓΟΥΜΕΝΟΥ ΤΗΣ ΙΕΡΑΣ ΜΟΝΗΣ ΟΣΙΟΥ ΔΑΒΙΔ ΤΟΥ ΕΝ ΕΥΒΟΙᾼ



Ποίημα Ἰσιδώρας, μοναχῆς ἐν τῇ ἱερᾷ μονῇ Ἁγίου
Ἰωάννου τοῦ Προδρόμου Μακρυνοῦ,
μετὰ προσθηκῶν ἐξ ἑτέρας ἀκολουθίας,
ποιηθεῖσης ὑπὸ Ἰωήλ, μητροπολίτου Ἐδέσσης
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΜΟΡΦΟΥ,
2017
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
[2]
Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια τοῦ
ἁγίου.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Φωταγωγὸν θεοφόρον, ἀνευφημήσωμεν, ἐν ταπεινώσει θείᾳ, ἐνδυθέντα ἀῤῥήτως,
τοῦ κτίστου εὐσπλαγχνίαν τρισσοφαῆ, καὶ ἀγάπης τὴν κένωσιν, τῆς θεαυγοῦς Ἰωνίας
δένδρον τερπνόν, τὸν λαμπρότατον Ἰάκωβον.
Τελειοτάτῃ πτωχείᾳ, καὶ καθαρότητι, τῆς ἱερᾶς σου μάμμης, καὶ μητρὸς προσεδέξω,
τὴν δρόσον εὐλαβείας καὶ θεαυγές, ὡσεὶ κρίνον ἐξήνθησας, ἐν τῇ Φαράκλᾳ Εὐβοίας
ἀσκητικῶς, θεοδόξαστε Ἰάκωβε.
Στεφανωθεὶς τῇ σοφίᾳ, τοῦ Λόγου ἔνδοξε, θαυματουργὸς ἐδείχθης, παιδιόθεν
παμμάκαρ, νέμων ἰαμάτων τὰς δωρεάς, ἐν πολλαῖς παρακλήσεσιν, ἐν ἀγρυπνίαις,
νηστείαις καὶ προσευχαῖς, θεοβράβευτε Ἰάκωβε.
Εἰς παμφαῆ χοραρχίαν, εἰσδύσας πάνσοφε, ἐρατεινὴν τὴν χάριν, προσελάβου
εὐφρόνως, ἁγίων ἀπολαύων ὄλβου λαμπροῦ, καὶ μετέχων ἐν Πνεύματι, Παρασκευῆς
ἀθληφόρου τῇ χαρμονῇ, καὶ ἀγγέλων ταῖς ἐλλάμψεσι.
Δόξα. Ἦχος πλ. β΄.
Ἀνυμνήσωμεν χαίροντες, τῆς Εὐβοίας τὸν ἀνάργυρον ἰάτορα ἀναβοῶντες· Χαίροις,
ὁ τὴν στοργὴν τοῦ Πνεύματος, δωρούμενος τῇ Ἐκκλησίᾳ. Χαίροις, ὁ διανέμων
φωτισμόν, πρὸ τοῦ λαβεῖν τὴν χάριν τῆς ἱερωσύνης· καὶ γὰρ ἐνοικήσας, ἐν σοὶ ὁ
Παράκλητος, ἐκ δυνάμεως εἰς δύναμιν ἐκράτυνέ σε, ποιεῖν καὶ πράττειν θαυμάσια.
Διὸ ἐν οἰκειότητι, τοῖς ὁμοψύχοις σου ἁγίοις, τὰς ἐντεύξεις ποιούμενος, καὶ τὸν ὅσιον
Δαβίδ, ἐν πίστει προστάσσων, Ἰάκωβε θεσπέσιε, ἀεὶ πρεσβεύεις, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος β΄.
Λέοντος Μαΐστορος.
Σήμερον τῷ ναῷ προσάγεται, ἡ πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ
παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον
ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ ἅγια τῶν ἁγίων εἰσάγεται· ταύτῃ ἐκβοή-
σωμεν, ὡς ὁ ἄγγελος· Χαῖρε, μόνη ἐν γυναιξὶν εὐλογημένη.
Εἰς τὸν στίχον, στιχηρὰ προσόμοια.
Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Λάμπεις χαρμονικῶς, Ἰάκωβε θεόφρον, εὐφραίνων Ἐκκλησίαν· καὶ γὰρ συλλει-
τουργοῦντα, ἀγγέλοις ὤφθης ὅσιε.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
[3]
Χαίρουσι γενεαί, ἑπτάριθμοι σεπτῶν σου, προγόνων ἱερέων, εὑροῦσαί σε συμμύ-
στην, εἰς δεῖπνον ἐπουράνιον.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει
σφόδρα.
Ἔσχες μυσταγωγόν, καὶ θεῖον ἰατῆρα, τὸν μέγαν Χαραλάμπη, δι’ οὗ ταῖς ἐπιτόκοις,
παρεῖχες ἀντιλήψεις σου.
Δόξα. Τριαδικόν.
Ηὔφρανας μυστουργέ, μεθέξει σου τριφώτῳ, Τριάδα ἐν μονάδι, Πατέρα σὺν Υἱῷ τε,
καὶ Πνεῦμα τὸ πανάγιον.
Καὶ νῦν. Θεοτοκίον.
Εἵλκυσας φαεινῶς, πανάχραντε Παρθένε, εἰς κῆπον Ἐκκλησίας, ποιμαίνειν ἐν τοῖς
κρίνοις, Ἰάκωβον τὸν ἔνθεον.
Τὸ Νῦν ἀπολύεις, τὸ τρισάγιον, τὰ ἀπολυτίκια ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ
ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Στιχολογοῦμεν τὴν α΄ στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱ-
στῶμεν στίχους Ϛ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια τοῦ ἁγίου.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἰωὴλ Ἐδέσσης.
[4]
Τοῦ Λιβισίου τὸν γόνον, σεμνὸν Ἰάκωβον, τὸν ὕστερον ἐν μάνδρᾳ, τοῦ Δαβὶδ
προεστῶτα, πρεσβύτερον ὁμοῦ τε καὶ μοναχόν, ἐπαινέσωμεν ἅπαντες, ὥσπερ γὰρ
ἄγγελος ὤφθη ἐπὶ τῆς γῆς, τοῦ Κυρίου παντοκράτορος.
Τὴν θαυμαστὴν βιοτήν σου, πάτερ Ἰάκωβε, ἐν τῇ σεπτῇ μονῇ σου, τῶν ἀγγέλων ὁ
δῆμος, ἐθαύμασε καὶ ὕμνησε τὸν Χριστόν, τὸν πλουσίως κοσμήσαντα, σὲ τὸν
φιλόθεον ἄνδρα ταῖς ἀρεταῖς, καὶ χαρίσμασι τοῦ Πνεύματος.
Βλαστὲ σεπτῆς Θεοδώρας, πάτερ Ἰάκωβε, ταύτην ἐκτήσω πρώτην, ὁδηγὸν πρὸς τὰ
κρείττω, νηστείαις, ἀγρυπνίαις καὶ προσευχαῖς, καὶ ἠθῶν τελειότητι· ὅθεν ἐδέξω
χαρίσματα ἐκ Θεοῦ, μιμησάμενος τὸν βίον αὐτῆς.
Προσόμοια ἕτερα.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἰσιδώρας μοναχῆς.
Ῥίζας τὰς ἁγίας σου, ὑπεραξίως τιμήσας, ἔφερες χρηστότητος, ἔνδυμα ἐρίχρυσον, ἐκ
νεότητος· διαυγῶς κέκτησαι, ὅθεν ἐν πτωχείᾳ, καθαρότητος θησαύρισμα, πίστει
αὐξόμενος, πλήρει τε νηστείᾳ τρεφόμενος, καὶ πᾶσι μεριζόμενος, σπλάγχνοις
οἰκτιρμῶν καὶ ἁπλότητι. Διὸ Θεοτόκου, ἐφείλκυσας ἰάτειραν στοργήν, καὶ τῶν ἀύλων,
Ἰάκωβε, σεπτὴν οἰκειότητα.
Χάριτι εὐθύτητος, προκαθαρθεὶς ἐλεῆμον, ἐν παννύχοις στάσεσιν, ἔθραυσας τὰ
ἔνεδρα, τοῦ ἀλάστορος. Ἱερῶς ἔφερες, ὅθεν τοῦ Κυρίου, τὰς ὑψώσεις ἐν τῷ λάρυγγι,
καὶ ἀνυπόδητος, ὥσπερ Μωυσῆς ἐμεγάλυνας, μυστήριον ἀπόῤῥητον, τῆς οἰκονομίας,
Ἰάκωβε, φλεγόμενος πίστει, καὶ ἔρωτι Τριάδος μυστικῷ, ὁ μηδαμῶς ἐκκαιόμενος,
πυρὶ τῆς οἰήσεως.
Μένων ἀδιάφθορος, ταῖς ἡδοναῖς τῆς ἀπάτης, ἔφθασας εἰς ἄληκτον, ὅρασιν θε-
σπέσιε, τῆς λαμπρότητος, ἱλαρᾶς πόλεως· ὅθεν τὰς σκηνώσεις, τῶν ἁγίων ἐθεώρησας,
ἐνισχυόμενος, θείαις ἀγλαΐαις τοῦ Πνεύματος, καὶ θέᾳ τῆς θεόπαιδος, ἧς τῇ
ταπεινώσει μετέσχηκας, ἵνα ὑπομείνῃς, ἀνόμων ἐπιθέσεις ἰταμάς, ἀνεξικάκῳ
πρᾳότητι, Ἰάκωβε πάνσοφε.
Δόξα. Ἦχος πλ. α΄.
Πᾶσαν δόξαν κενὴν φεύγων, καὶ ἀγρυπνῶν ὡς ἄσαρκος, λειμῶνα πανευώδη ἐ-
ποίησας τὴν καρδίαν σου, ἐν χαρᾷ θεοῤῥύτῳ. Καὶ γὰρ τῶν συκοφαντῶν, ὑπομένων
τὰς ἐφόδους ἐν εὐχαριστίᾳ, ἠδάφισας τοῦ Βελίαρ τὰς πυργοβάρεις, καὶ κοινωνὸς
γέγονας θεϊκῆς φύσεως. Ὅθεν τῶν βροτῶν, τὴν πικρότητα ἐγλύκανας, Δαβὶδ τοῦ
κλεινοῦ, ὀφθεὶς συνόμιλος καὶ ὁμοδίαιτος, καὶ Ἰωάννου τοῦ ὁμολογητοῦ, φιλήτωρ
ὁμόψυχος. Διὸ τὴν ἡδίστην καὶ λεπτοτάτην αὔραν, τοῦ Παρακλήτου προσδεχθείς,
Ἰάκωβε θεῖε, καὶ ἡμῶν παρακλήτωρ ἐφάνης, τοῖς βοῶσι· Κύριε δόξα σοι.
[5]
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός.
Λέοντος Μαΐστορος.
Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ πρὸ τόκου
παρθένος, καὶ μετὰ τόκον παρθένος μείνασα, ἐν τῷ ναῷ προσάγεται· καὶ χαίρει
Ζαχαρίας ὁ πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως· Ἤγγικεν ἡ
προσδοκία τῶν θλιβομένων, ἐν ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ
παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι
προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἀμώμητον Δέσποιναν. Μητέρες
συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν
οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα παντάνασσα. Χαίρετε, λαοὶ καὶ ἀγαλλιᾶσθε.
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. γ΄, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀ-
φθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν
πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν,
ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας.
Οἱ πεποιθότες ἐπ᾿ αὐτὸν συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν
αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ε΄, 15-Ϛ΄, 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ
αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον·
λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν,
συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι
βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ
[6]
ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε·
μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι
ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. δ΄, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πο-
λυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ
ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν
τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν λιτήν, ἰδιόμελα.
Ἦχος α΄.
Ὀχυρούμενος τῶν ἀύλων τῇ στραταρχίᾳ, ἐκτήσω ἀντιλήπτορας φαεινούς, ἐνισχύοντάς
σε εἰς ὁδοὺς σκληράς. Ὅθεν τὸν ἱερομάρτυρα Χαραλάμπην, τὸν τροπαιοῦχον Γεώργιον,
καὶ τὴν ὁσιομάρτυρα Παρασκευήν, προσδέδεξαι συνεκδήμους καὶ ἰάτορας, ἐν ταῖς
ἐμπόνοις ἀριστείαις σου. Κοινωνὸς τοίνυν ὀφθείς, τῆς ἐπουρανίου ἱεραρχίας, τὸν
τρισάγιον ὕμνον συνέψαλες, τῷ ἁγίῳ Νεκταρίῳ. Καὶ νῦν πρέσβευε, Ἰάκωβε ἀοίδιμε,
ὑπὲρ τῶν πιστῶς ἀνυμνούντων σε.
Ἦχος β΄.
Ἰχνηλατῶν νομίμως, τὸν ἀσκητικὸν δίαυλον, ἀγλαῶς ἐφαίδρυνας, τὴν ἱερὰν μονὴν τοῦ
θεοφόρου Δαβίδ, ὅνπερ ἀξίως ἐπλούτησας, ἀμύντορα καὶ συνέστιον. Ὅθεν τοῦτον
τεθέασαι, ταῖς σαῖς ἐντεύξεσι παριστάμενον, τὴν θύραν ἀνοίγοντά σοι εὐγενῶς, καὶ ἐν τῷ
αὐτοῦ σπηλαίῳ, εὐηράτως σε ξενίζοντα. Καὶ γὰρ ἀστέρα καθοδηγόν, προστάξας Χριστὸς
ὁ Θεός, ἐν νυκτὶ φωταγωγεῖν σοι, ὡραίως σε ἐτίμησε, τὸν τιμῶντα ἀφράστως, Τριάδα
ὁμοούσιον.
Ἦχος γ΄.
Ὁμιλῶν εἰς τὸ οὖς Δαβὶδ τοῦ φιλοῦντός σε, καὶ τούτου τῇ χάριτι σκεπόμενος, ἄ-
βροχος ἔμεινας, κάτωθεν ὑετοῦ βαδίζων, θεσπέσιε. Τῇ ἀγάπῃ καὶ γὰρ τοῦ λαοῦ,
ποιμαντικῶς ἐκκαιόμενος, ἐν μέσῳ παγετῶν, δι’ ἡμιόνου τὰς πορείας ἐποίου, παριδὼν
τῆς σαρκὸς τὴν ἀσθένειαν. Διὰ πλείστους τοίνυν ναοὺς μεριμνῶν, θερμῶς παρὰ
Κυρίου ἐξεζήτησας, ἐλαίου προμήθειαν. Ὅθεν τὸ ὑπερχειλίζον δοχεῖον ἐνέφηνε, τῆς
[7]
ἐνθέου εὐχῆς σου τὴν δύναμιν. Διὸ ἡμᾶς εὐλόγησον, προσκυνοῦντας ἐν πίστει, τὴν
τιμίαν εἰκόνα σου, θεόγνωστε Ἰάκωβε.
Ἦχος δ΄.
Τῷ λόγῳ σου ὑποτάσσων, τὰς ἐξουσίας τοῦ σκότους, καὶ τούτων τὴν ἰσχὺν κατα-
λύων, τῷ σημείῳ τοῦ Σταυροῦ, ἀμετρήτων σκορπίων ὁρμησάντων σοι, κατέπαυσας τὴν
ἔφοδον. Καὶ γὰρ παραδούς, τὸ σὸν θέλημα τῷ Κυρίῳ, ἔσχηκας τὸν Θεὸν ὑπακούοντά
σοι, τὴν δόξαν τούτου ἀπολαύων κηρύττοντος· «Τοὺς δοξάζοντάς με δοξάσω». Διό,
πάτερ Ἰάκωβε, πάντας τοὺς ὑμνητάς σου ἐνίσχυσον, ἐν ὁμονοίᾳ λατρεύειν, Χριστὸν
τὸν Θεὸν εἰς τοὺς αἰῶνας.
Δόξα. Ἦχος πλ. δ΄.
Ἐν ταῖς ἱερουργίαις σου, ὑπὲρ τὸ ἔδαφος αἰρόμενος, καὶ ἀγγελοπρεπῶς ἀνυμνῶν τὸν
ζωοδότην, πτέρυγας ἀγγελικὰς ἔγνωκας, κροτούσας τοῖς ὤμοις σου. Διὸ ἀνεγεῖραι
θέλων, ναὸν τῶν ταξιαρχῶν, τὸν πάμφωτον Μιχαὴλ ἔσχηκας, δι’ ἅπασαν ἀνάγκην,
προμηθέα πανόλβιον. Καὶ γὰρ ἐφάνης θεόληπτος, ὡς ταπεινὸς τῇ καρδίᾳ, θεωρῶν τὰς
ψυχάς, δι’ ἃς τὰ τίμια δῶρα προσεκόμιζες. Ὅθεν δεόμεθα, πανεύφημε Ἰάκωβε, γενοῦ
ἡμῶν ἀντιλήπτωρ, ἐν τῇ ὥρᾳ τῆς κρίσεως.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ΄.
Γεωργίου Νικομηδείας.
Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος ἐν ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας
ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν ἁγίων ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν ἀγγέλων,
μυστικῶς πανηγυρίζει· μεθ᾿ ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον, σὺν τῷ Γαβριὴλ
ἐκβοήσωμεν· Χαῖρε, Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων τὸ μέγα ἔλεος.
Εἰς τὸν στίχον, στιχηρὰ προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, καθαροτάτῳ νοΐ, συλλειτουργῶν ταῖς παμφαέσι δυνάμεσι, καὶ νέμων τῆς
ἀφθαρσίας, τὸ εἰρηνόδωρον φῶς, καὶ τοῦ ἀναστάντος, τὰ χαρίσματα. Διὸ εἰς τὰ ἅγια,
τῶν ἁγίων εἰσέδυσας, ἐν εὐφροσύνῃ, θεωρῶν τὰ ἀπόῤῥητα, καὶ τοῖς κάλλεσι,
Χερουβεὶμ εὐφραινόμενος. Ὅθεν κλυτὲ Ἰάκωβε, Δαβὶδ ὁμοδίαιτον, καὶ ἐραστὸν
Ἰωάννην, ἀκαταλήκτως ἐξέπληττες, τοῦ Λόγου μεθέξει, προσλαβὼν τὴν ἐξουσίαν,
ἁπάσης κτίσεως.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Χαίροις, ὁ ἐν τῇ ῥίζῃ Σταυροῦ, ἀναβλαστήσας ὡσεὶ δένδρον κατάκαρπον, καὶ πόθῳ
τοῦ βασιλέως, ἐν κατανύξει ψυχῆς, ἔλαιον ἐκβλύσας τῆς χρηστότητος. Καὶ γὰρ ἡ
καρδία σου, συνεθλίβη, Ἰάκωβε, ὥσπερ ἐλαία, ὅτε πεῖναν ἠλόγησας, συμπαθέστατε,
τῶν πενήτων συγγόνων σου. Ὅθεν καὶ κατηξίωσαι, πληθύνειν θεόφωτε, τῇ προσευχῇ
[8]
σου τοὺς ἄρτους, ἵνα ἐκθρέψῃς τοὺς κάμνοντας. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς
ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει
σφόδρα.
Χαίροις, ὁ ἐνδυθεὶς εὐκλεῶς, τοῦ Παρακλήτου τὴν ἀπόῤῥητον δύναμιν, καὶ πά-
ντιμον ξυνωρίδα, εἰς χειρουργίαν τὴν σήν, πόθῳ προσκαλέσας, ἱερώτατε, Δαβὶδ τὸν
θεσπέσιον, καὶ τερπνὸν Ἰωάννην σου, οἳ προδραμόντες, σοὶ παρίσταντο κάθιδροι, ὡς
ἀκέστορες, καὶ σεπτοί σου θεράποντες. Χαίροις, τῆς θεομήτορος, ἑλκύσας τὴν
εὔνοιαν, καὶ γεγονὼς ἑστιάτωρ, εἰς πανδαισίαν αἰώνιον, Ἰάκωβε θεῖε, ᾗ ἱκέτευε
μετέχειν, τοὺς σὲ γεραίροντας.
Δόξα. Ἦχος πλ. δ΄.
Ἑορτάσωμεν ἀγαλλόμενοι, τὰ εἰσόδια τοῦ φωταυγοῦς Ἰακώβου, τοῦ ἀγγέλου τῆς
Εὐβοίας, καὶ θεοδωρήτου ἡμῶν ἀντιλήπτορος. Καὶ γὰρ σήμερον, ἡ ἀπείρανδρος
Δέσποινα, τοῦτον ὡς ἠγαπημένον συνεισήγαγεν, εἰς παστάδα αἰώνιον. Διὸ βοήσωμεν·
Χαίροις, ὅσιε, τῆς Τριάδος κατάλυμα, ὁ προστάσσων τοὺς ἁγίους ἐν χρηστότητι.
Χαίροις, ὁ κτησάμενος ἐν ὀδύνῃ τῆς κενώσεως, τῶν ἀποκρύφων τὴν γνῶσιν, καὶ
ἐπιστάμενος τῶν χρόνων τὴν ἔκβασιν. Εὐλόγησον ἡμᾶς, παναοίδιμε, δεόμεθα.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός.
Ὁ Δαβὶδ προανεφώνει σοι, ἄχραντε, προορῶν τὴν ἀφιέρωσιν, τῆς εἰσόδου σου ἐν
τῷ ναῷ, ἐν ᾗ τὰ πέρατα σήμερον ἑορτάζοντα, δοξολογοῦσί σε, πανύμνητε. Τὴν γὰρ
πρὸ τόκου παρθένον, καὶ μετὰ τόκον μείνασαν ἄφθορον, Μῆτερ τοῦ Λόγου τῆς ζωῆς,
σήμερον ἐν τῷ ναῷ εἰσερχομένην, ὁ Ζαχαρίας εὐφραίνεται, ἀπολαβών σε, Δέσποινα,
καὶ τὰ ἅγια τῶν ἁγίων ἀγάλλονται, ὑποδεξάμενά σε τὴν τροφὸν τῆς ζωῆς ἡμῶν. Διὸ
καὶ ἡμεῖς ἐν ᾠδαῖς ἐκβοῶμέν σοι· Ὑπὲρ ἡμῶν δυσώπησον, τὸν Υἱόν σου καὶ Θεὸν
ἡμῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Τὸ Νῦν ἀπολύεις, τὸ τρισάγιον καὶ τὰ ἑξῆς.
Ἀπολυτίκια.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Λαμπρυνθεὶς τοῦ Δεσπότου ταπεινώσει, Ἰάκωβε, κάλλος ἐνεδύθης ἀρχαῖον, κα-
ταυγάσας τὴν Εὔβοιαν. Διὸ συλλειτουργῶν τοῖς Χερουβείμ, ὡράθης Ἐκκλησίας
χαρμονή, σὺν Δαβὶδ καὶ Ἰωάννῃ, ἱλαστικῶς φαιδρύνων τοὺς βοῶντάς σοι· Δόξα τῷ σὲ
δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Δόξα. Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἰωὴλ Ἐδέσσης.
[9]
Τῶν ὁσίων πατέρων τὰ κατορθώματα, ἐν ἐσχάτοις τοῖς χρόνοις, ζηλώσας ἅγιε,
ἀνεδείχθης μιμητὴς τούτων Ἰάκωβε, ἐν τῇ μάνδρᾳ τοῦ Δαβίδ, τοῦ προστάτου σου
σεμνέ, ποιμάνας ταύτην ἐνθέως· διὸ σὺν τούτῳ μὴ παύσῃ, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ΄.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ
προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς
πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε, τῆς οἰ-
κονομίας τοῦ κτίστου ἡ ἐκπλήρωσις.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐν μοναῖς εὐωχηθείς, ἔνθα ἡ πέτρα τῆς ζωῆς, εὐχαριστίας ἱλαρά, ὤφθης πηγὴ
θεοπρεπής, ἀναβλυστάνων χαρίσματα ἰαμάτων. Θεῑον γὰρ Δαβίδ, ἔχων συνόμιλον,
ἔθραυσας σατάν, τὰ μηχανήματα. Τῆς Θεοτόκου διόπερ ἀπήλαυσας, τὰς ἀντιλήψεις
θεότιμε, πιστοῖς παρέχων, πταισμάτων λύσιν, παντελεῆμον Ἰάκωβε.
Δόξα, καὶ νῦν. Τῆς ἑορτῆς. Ὅμοιον.
Πρὸ συλλήψεως, ἁγνή, καθηγιάσθης τῷ Θεῷ· καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προ-
σήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ ναῷ, ὡς θεῖος
ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης
δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου φωτός. Μεγάλη ὄντως, ἡ πρόοδος σου, μόνη Θε-
όνυμφε καὶ ἀειπάρθενε.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα.
Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Χειρί σου εὐαγεῖ, ἐν ἡμέρᾳ ἐξόδου, ηὐλόγησας σεπτῶς, τὴν ἁγίαν σου ποίμνην,
δεικνὺς τῆς θεώσεως, ἀπειρόφωτον εὔκλειαν· ὅθεν σήμερον, ὑμνολογοῦμεν ἀξίως,
τῶν καμάτων σου, τὴν θεοδώρητον χάριν, Ἰάκωβε ἔνδοξε.
Δόξα, καὶ νῦν. Τῆς ἑορτῆς. Ὅμοιον.
Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, ἱερῷ ἐν ἁγίῳ, σαρκὶ
νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην
ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.
Μετὰ τὸν πολυέλεον, κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ Λόγον.
[10]
Θησαυρίζων πενίαν θεοτερπῆ, τῶν ἀγγέλων ἐπέγνως τὴν χαρμονήν, τὰς ὕβρεις
δεχόμενος, ὡσεὶ ὄλβον πολύτιμον· καὶ γὰρ ζηλώσας τοῦ κτίστου, τρυφὴν τῆς κε-
νώσεως, τοῦ δολίου τὰς πάγας, εὐτόνως συνέτριψας. Ὅθεν θεηγόρε, τῶν δαιμόνων
ἐκφεύγεις, τὴν ῥύμην Ἰάκωβε, παντευχίᾳ τῇ κρείττονι, Χαραλάμπους θεόφρονος.
Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς
εὐφημοῦσι, τὴν πάντιμον μνήμην σου.
Δόξα, καὶ νῦν. Τῆς ἑορτῆς.
Ἦχος ὁ αὐτός. Τὸ προσταχθὲν μυστικῶς.
Ἀγαλλιάσθω ὁ Δαβὶδ ὁ ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος
ἅγιος ἐξ αὐτῶν προῆλθε, Μαρία ἡ φωτοφόρος θεία λαμπάς· καὶ χαίρει εἰσερχομένη ἐν
τῷ ναῷ, ἣν καὶ βλέπων ηὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· Χαῖρε,
θαῦμα παγκόσμιον.
Τὸ α΄ ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ΄ ἤχου.
Προκείμενον. Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (Τρίς).
Στίχ. α΄· Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Στίχ. β΄· Σὺ θύσω θυσίαν αἰνέσεως καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι.
Τὸ Πᾶσα πνοὴ καὶ τὸ Εὐαγγέλιον· Ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ. (Ζήτει ἐν τῷ
Ὄρθρῳ τῆς ε´ Δεκεμβρίου).
Ὁ ν΄ ψαλμός.
Δόξα· Ταῖς τοῦ σοῦ ὁσίου…
Καὶ νῦν· Ταῖς τῆς Θεοτόκου…
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου…
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Ἐν νηπτικῇ ἡσυχίᾳ καὶ καθαρότητι, ἐνώπιον τοῦ θείου θρόνου γονυπετῶν, πτέρυγας
ἐκτήσω ἀγγελικάς. Χαίρων τοίνυν μετὰ χαιρόντων, καὶ κλαίων μετὰ κλαιόντων,
κῆπος γέγονας ἀρωμάτων θεουργικῶν, εὐωδίαν ἐκχέων, τοῖς ἐγγὺς καὶ τοῖς μακράν.
Ὅθεν, Ἰάκωβε πανάριστε, διανύων τὰς ἀποστάσεις θαυμαστῶς, ὑπερέβης ἐν
Πνεύματι, καὶ χρόνον καὶ χῶρον. Διὸ ἐν ἡμέρᾳ τῶν Εἰσοδίων, εἰσώδευσας εἰς τὰς
ἐρατεινάς σου μονάς, δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.
Ὁ διάκονος τὸ Σῶσον, ὁ Θεός, τὸν λαόν σου…, οἱ χοροὶ τὸ Κύριε, ἐλέησον (ἐκ ιβ΄)
καὶ ὁ ἱερεὺς τὸ Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ…
Κανόνες, ὁ α΄ τῆς ἑορτῆς μετὰ τῶν εἱρμῶν εἰς Ϛ΄ καὶ οἱ ἑξῆς δύο τοῦ ἁγίου εἰς η΄.
Μεθ᾿ ἑκάστην δὲ ᾠδήν, αἱ καταβασίαι· Χριστὸς γεννᾶται.
[11]
Κανὼν α΄ τοῦ ἁγίου, οὗ ἡ ἀκροστιχίς·
Τὴν σὴν ποίμνην, ὅσιε Ἰάκωβε, σκέπε. Ἰωήλ.
Ποίημα Ἰωὴλ Ἐδέσσης.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὰ πάθη τοῦ σώματος καὶ ψυχῆς, ὡς ἔχων τὴν χάριν, τοῦ Κυρίου σου Ἰησοῦ, Ἰ-
άκωβε πάτερ θεραπεύεις, τῶν ἐκζητούντων τὴν σὴν ὑποστήριξιν.
Ἡ χείρ σου ἰάτρευσε θαυμαστῶς, καθ᾿ ὕπαρ τὸ ὄμμα, ἐν τῇ Κύπρῳ τοῦ ἀσθενοῦς,
συντρίψας ὀφρὺν τοῦ ἀντιδίκου, θεοχαρίτωτε πάτερἸάκωβε.
Νικαίας ποιμένος τῆς κεφαλῆς, αἰμάτωμα πάτερ, διαλύεις ταῖς σαῖς εὐχαῖς, ποιήσας
Σταυροῦ τοῦ ζωηφόρου, τὸ θεῖον σχῆμα, Ἰάκωβε ὅσιε.
Θεοτοκίον.
Σωτῆρα κυήσασα τῶν βροτῶν, γενοῦ μοι ἐν βίῳ, κυβερνῆτις καὶ βοηθός, πανά-
χραντε κόρη Θεοτόκε, διασκεδάζουσα πάθη τὰ ἄτοπα.
Κανὼν β΄ τοῦ ἁγίου, οὗ ἡ ἀκροστιχίς·
Ἰάκωβον ᾄδω, κλέος τοῦ Λόγου. Ἰσιδώρα Μ.
Ποίημα Ἰσιδώρας μοναχῆς.
Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Ἱλαροφώτῳ ἐν φέγγει καταυγασθείς, φαεινὲ Ἰάκωβε, τῆς μεθέξεως Χριστοῦ,
φώτισον νοός μου τὴν ἀχλύν, ἵνα ὕμνον χαριστήριον προσφέρω σοι.
Ἀσκητικῶν ἐξανθήσας ἀπὸ ῥιζῶν, ἱλαρὲ Ἰάκωβε, ὡς ὑάκινθος τερπνός, νέμεις
καθαρότητος πνοάς, Ἐκκλησίαν εὐωδίζων σωφροσύνῃ σου.
Κεκοσμημένος χρυσίῳ τῶν οἰκτιρμῶν, νηπιόθεν ἔστεργες, τῶν ἀύλων συνδρομῇ,
νόσους θεραπεύειν θαυμαστῶς, διαλύων τῶν δαιμόνων τὰ φρυάγματα.
Θεοτοκίον.
Ὡραιωθεῖσα, Παρθένε, θεουργικῶς, κρείττονι ἁπλότητι, κατηξίωσαι τεκεῖν, ἄ-
ναρχον τὸν Λόγον τοῦ Πατρός, μορφωθέντα καθ’ ἡμᾶς, δι’ ἀγαθότητα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ ἁγία μονή σου, ὡς θησαυρὸν ἔχουσα, τάφον σου Ἰάκωβε πάτερ, σκιρτᾷ καὶ
γάννυται, ὅτι τοῖς πάσχουσι, παρέχεις χάριν καὶ ἄκος, τοῖς ἐν πίστει ἅγιε, ἀσπα-
ζομένοις σε.
Νοσημάτων παντοίων, θαυματουργὸν γέγονεν, ὅσιε τὸ ἔλαιον ὄντως, τοῦ θείου
τάφου σου, πολλοὺς γὰρ ἔσωσεν, ἐκ σαρκικῶν ἀλγηδόνων, ὥσπερ ἐν τῇ μάνδρᾳ σου,
σεμνὸν μονάζοντα.
[12]
Πυρωθεὶς ἐγκαρδίως, ἐξ ἀγαθοῦ ἔρωτος, πρὸς τὸν σὸν Δεσπότην θεόφρον, πᾶσαν
προσπάθειαν, ὅλως ἀπέῤῥιψας, καὶ τὴν ὁδὸν μοναζόντων, ὅσιε Ἰάκωβε, χαίρων
ἐβάδισας.
Θεοτοκίον.
Ὁ ἐχθρός με πειράζει, τοῖς λογισμοῖς πάντοτε, τῆς ἀπελπισίας, Παρθένε· ἀλλὰ
πρεσβείαις σου, τὰ νέφη σκέδασον, τῶν λυπηρῶν βιοτῆς μου, σὺ γὰρ ὤφθης, πάναγνε,
χαρᾶς τὸ αἴτιον.
Ἕτερος. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Βιώσας, πάτερ, ἐν Χριστῷ, Πνεύματος εἰσεδέξω, θεϊκὴν εὐσπλαγχνίαν, ἀσπαζό-
μενος σεπτῶς, τῶν πεπτωκότων πληγάς, ὡς τοῦ Λόγου ἔσοπτρον, Ἰάκωβε.
Ὀλβίῳ νῷ προσηλωθείς, ὅσιε εἰς ὑψώσεις, τῶν ἁγίων ἁπάντων, προσεδέχθης
μυστικῶς, Παρασκευῆς εὐκλεοῦς, ἀντιδόσεις, ἄριστε Ἰάκωβε.
Νικῶν παθῶν τὰς προσβολάς, πάντιμε παιδιόθεν, πᾶσαν κτίσιν ἠλέεις, τοῦ Χριστοῦ
ὡς λειτουργός, θεοπρεπῶς παριδών, τῶν ἡδέων ἅπασαν τερπνότητα.
Θεοτοκίον.
Ἀγάπῃ μέλπουσα Χριστῷ, πάναγνε Θεοτόκε, τῶν ᾀσμάτων τὸ ᾆσμα, προσεφώνεις
ἐν χαρᾷ· Ὁ σαρκωθεὶς δι’ ἡμᾶς, τῷ Νεβρῷ ἐλάφων ἐξωμοίωσαι.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ὄλβος πέφηνας, θεολογίας, νέμων Πνεύματος, τὴν φωτουργίαν, τῇ Ἐκκλησίᾳ,
θεόφρον Ἰάκωβε. Καὶ γὰρ καθαίρων ψυχήν σου ἐν δάκρυσι, τῆς συμπαθείας τὰς ῥόας
ἐτρύγησας. Ὅθεν ἅπαντας, ἡμᾶς εὐλαβῶς κατηύφρανας, τῷ νέκταρι ἁγίας σου
ἁπλότητος.
Δόξα, καὶ νῦν. Τῆς ἑορτῆς.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀναβόησον Δαβίδ, τίς ἡ παροῦσα ἑορτή, ἣν ἀνύμνησας ποτέ, ἐν τῷ βιβλίῳ τῶν
Ψαλμῶν, ὡς θυγατέρα Θεόπαιδα καὶ Παρθένον; Ἀπενεχθήσονται εἰπών, τῷ βασιλεῖ
μυστικῶς, παρθένοι ὄπισθεν αὐτῆς, καὶ αἱ πλησίον αὐτῆς· καὶ θαυμαστὴν ἐργάζου καὶ
παγκόσμιον, τὴν ἑορτὴν τοῖς κραυγάζουσιν· Ἡ Θεοτόκος, ἡμῖν ἐπέστη, τῆς σωτηρίας
ἡ πρόξενος.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἵνα κτήσῃ, Ἰάκωβε, ἀγαθῶν τὸ ἄκρον Χριστὸν τὸν εὔσπλαγχνον, τοῖς δακρύοις σου
ἐλεύκανας, τῆς ψυχῆς χιτῶνα θεοΰφαντον.
Μεμνημένοι οἱ φίλοι σου, τὰ πολλά σου ἅγιε κατορθώματα, τὴν νηστείαν καὶ ἐ-
γκράτειαν, καὶ τὴν προσευχὴν ὑμνολογοῦμέν σε.
[13]
Νῦν ὁ τάφος σου γέγονε, τῶν ἐνεργουμένων θεραπευτήριον, ταῖς ψυχαῖς πάσαις,
Ἰάκωβε, προσπορίζων, πάτερ, ἀνακούφισιν.
Θεοτοκίον.
Ἡ εἰκών σου, πανάχραντε, ἡ τὸν ζωοδότην Χριστὸν δεικνύουσα, εἰρηνεύει τοὺς ἐκ
πίστεως, σὲ ἀσπαζομένους, ἀειπάρθενε.
Ἕτερος. Χριστός μου δύναμις.
Δεινοῖς νοσήμασι, κατατρυχόμενος, καὶ ποσὶν ἠλγηκόσιν ὁδοιπορῶν, εὗρες θείαν
ἴασιν, διὰ θεραπείας θαυμαστῆς, τῆς Ξενίας θεομήτορος.
Ὢ θείων στάσεων, τῶν παννυχίων σου, δι’ ὧν χάριν τοῦ Λόγου στεφηφορῶν, εὔ-
κλειαν ἐξέχεας, ἱερουργοῦ πανευλαβοῦς, πρὸ σεπτῆς χειροθεσίας σου.
Κανόνα πίστεως, κλεινὸν εἰδυῖά σε, καὶ εἰκόνα ἀγάπης χριστοειδῆ, μέλπει σου τὴν
ἄθλησιν, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, θεοδόξαστε Ἰάκωβε.
Θεοτοκίον.
Λοχείαν ἄῤῥητον, ἁγνὴ ὑμνοῦμέν σου, δι’ ἧς ἔλυσας κράτος τοῦ δυσμενοῦς, ᾅδου
θεονύμφευτε, ἀναλλοιώτως τὸν Υἱόν, σωματώσασα ἐν μήτρᾳ σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νόσους τῆς σαρκός, τὰς ποικίλας καθυπέμεινας, ἐκζητῶν τὴν ἰατρείαν τοῦ Δαβίδ,
τοῦ πατρός σου ὁσιώτατε Ἰάκωβε.
Ὅλως ἀσκητά, πρὸς Δαβὶδ Θεοῦ θεράποντα, τὴν εὐχήν σου καθ᾿ ἡμέραν ἐκτελεῖς,
καὶ δακρύων ἐκζητεῖς πάτερ τὰ πρόσφορα.
Στένων καὶ βοῶν, τοῦ Δαβὶδ τὴν κάραν ἔφερες, ἐν τῷ στήθει σου, Ἰάκωβε σεμνέ,
ἐξαιτῶν τὴν θεραπείαν σου, ἀοίδιμε.
Θεοτοκίον.
Ἴθυνον τὸν νοῦν, πρὸς τὰ ἄνω, θεονύμφευτε, ἵνα παύσῃ φοβιῶν μου ὁ ἐσμός, ὁ
μαστίζων τὴν ψυχὴν καὶ τὴν καρδίαν μου.
Ἕτερος. Τῷ θείῳ φέγγει σου.
Ἐνθέῳ λάμψει καταυγασθείς, διὰ στενωτάτης ἀγωγῆς, καὶ πειρασμῶν τε καὶ
θλίψεων, Ἐκκλησίας ὤφθης ἀστήρ, ὁσίῳ Δαβίδ, καὶ θείῳ Ἰωάννῃ συναυλιζόμενος.
Ὁδὸν τὴν ἄγουσαν εἰς ζωήν, ἐν ἀμαρυγῇ ὑπερφυεῖ, πάτερ, ἀνύσας ἐπέγνωκας, ἐν
σπηλαίῳ θείου Δαβίδ, φωσφόρον ἀλκήν, τὸ μένος τῶν σκορπίων ἐξαφανίζουσαν.
Σεμνός, ἀκέραιος, ἀγαθός, ἐν ξηροφαγίᾳ καὶ σκληρᾷ, χαμαικοιτίᾳ ἀπήλαυσας,
Παρακλήτου αὔραν λεπτήν, δι’ ἧς θεουργέ, Ἰάκωβε, τὴν κτίσιν ὡραιοποίησας.
Θεοτοκίον.
[14]
Τῷ θείῳ τόκῳ σου, ἀγαθή, κένωσιν ἐμφαίνεις ἱλαρῶς, τοῦ ζωοδότου τὴν ἄῤῥητον,
προσλαβόντος δούλου μορφήν, εἰς μήτραν τὴν σήν, ἐν δύω ταῖς οὐσίαις καὶ ταῖς
θελήσεσι.
ᾨδὴ Ϛ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐψώμισας, θαυμαστῶς Ἰάκωβε, τὰ σιτία προσευχαῖς σου αὐξήσας, Λιβανατῶν
ἐργατῶν τὴν χορείαν, τῶν πέντε ἄρτων σημεῖον τὸ μέγιστον, ἐκ νέου πάτερ ἀληθῶς,
πραγματώσας Χριστοῦ θείᾳ χάριτι.
Ἱέρευσας, ἐν τῇ θείᾳ μάνδρᾳ σου, ὡς ἀνὴρ ἐνδεδυμένος ἀξίως, τὴν ἀμπεχόνην τῆς
χάριτος μάκαρ, καὶ ἰατρεύεις ψυχῆς καὶ τοῦ σώματος, νοσήματα τὰ χαλεπά, καὶ
δαιμόνων διώκεις ἐπήρειαν.
Ἀντίδικος, ὁ σατὰν γεγένηται, καθ᾿ ἡμέραν κατὰ σοῦ ἐκστρατεύων, ποτὲ ὡς γραῖα
κακόμορφος πάτερ, ποτὲ ὡς σκύλεθρον ὄντως ἀπαίσιον, ἀλλὰ δυνάμει τοῦ Σταυροῦ,
καταστέλλεις αὐτοῦ τὴν ἐνέργειαν.
Θεοτοκίον.
Καυχώμεθα, διὰ σὲ πανάχραντε, καὶ ὑμνοῦμεν τὸν σὸν ἄχραντον τόκον, ὅτι ἡμᾶς τῷ
Υἱῷ σου ἐῤῥήσω, ἐξ ἀγκαλῶν τοῦ ἀλάστορος δαίμονος, καὶ ἐχαρίσω τοῖς βροτοῖς,
ἐλευθέραν ζωήν τε καὶ ἄνεσιν.
Ἕτερος. Τοῦ βίου τὴν θάλασσαν.
Ὁσίων ὁμόψυχος, ὁραθεὶς φωτοειδῶς, καὶ προορῶν τὴν ἔκβασιν, τῶν ἀδήλων τοῦ
Πνεύματος ἀστραπαῖς, Ἰάκωβε ἔντιμε, εὐλογεῖς τοὺς πιστῶς ἀνευφημοῦντάς σε.
Ὑψώθης, Ἰάκωβε, ταπεινώσει ἀληθῇ, καὶ οἰνοχόος ἄριστος, εἰς αἰώνιον δεῖπνον
διορισθείς, «μεθύσθητε», ἔκραζες· «ἀδελφοί, τῇ κενώσει τῆς σταυρώσεως».
Λουσθεὶς ἐν τοῖς δάκρυσι, συντριβῆς χαροποιοῦ, τῶν νοσημάτων ἤνεγκας, κα-
ταιγίδα τῇ μνήμῃ τῶν οὐρανῶν, προσᾴδων ἐν χάριτι, ἐξοδίους τοὺς ὕμνους, θεο-
πύρσευτε.
Θεοτοκίον.
Ὀλβίως κεκόσμησαι, παρθενίας στολισμῷ, νυμφοστολοῦσα, Δέσποινα, τὴν πα-
στάδα τοῦ Λόγου ἐρατεινῶς, βοῶντος· «Θεόνυμφε, ὀφθαλμοῖς σου Τριάδα ἐκαρδί-
ωσας».
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς Ἐκκλησίας τὸν πανάριστον ἀμύντορα, τῇ κοινωνίᾳ ζωοδότου δοξαζόμενον,
μεγαλύνωμεν Εὐβοίας τὴν εὐκοσμίαν· καὶ γὰρ λάμπει συμπαθείας ὡς θησαύρισμα,
λαμπηδόνας τῶν ἰάσεων δωρούμενος, τοῖς κραυγάζουσι· Χαίροις, πάτερ Ἰάκωβε.
Οἶκος.
[15]
Βίβλος ἐγγεγραμμένη, τῷ δακτύλῳ τοῦ Λόγου, ὡράθης, ὦ Ἰάκωβε μάκαρ· τῆς
Τριάδος καὶ γὰρ ἐπιγνούς, εὐδοκίαν θείαν εἰς χαρὰν ἄληκτον, εἰσέδυσας αἰνούμενος,
χορῷ τῶν Σεραφεὶμ μελπόντων·
Χαῖρε, τὸ ἅρμα δοξολογίας· χαῖρε, ὁ κόλαφος ἀπειθείας.
Χαῖρε, εὐσπλαγχνίας ὡραῖον κατάλυμα· χαῖρε, τῆς Εὐβοίας εὐήρατον βλάστημα.
Χαῖρε, ἄρτος θεοτήρητος πανδαισίας μυστικῆς· χαῖρε, σκεῦος θεοδώρητον θεωρίας
νηπτικῆς.
Χαῖρε, οὐρανοδρόμος χελιδὼν ξενιτείας· χαῖρε, τῆς Ἐκκλησίας παντευχία ἁγία.
Χαῖρε, ὁ γνοὺς ἀγνώστως τὸν ἄναρχον· χαῖρε, τοῦ Λόγου λάρυγξ ὁ ἥδιστος.
Χαῖρε, εἰς ὕψος ἀρθεὶς θεωρίας· χαῖρε, ἐκκύπτων ἐμῇ τῇ καρδίᾳ·
Χαίροις, πάτερ Ἰάκωβε.
Τὸ συναξάριον τῆς κβ΄ Νοεμβρίου ἐκ τοῦ Μηναίου καὶ εἶτα τὸ παρόν·
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Ἰακώβου τοῦ
θαυματουργοῦ, καθηγουμένου τῆς ἱερᾶς μονῆς ὁσίου Δαβὶδ τοῦ ἐν Εὐβοίᾳ.
Στίχοι.
Εὐβοίας τὸ κλέος, Ἰάκωβος, θέλγει
ὡς μέλι ἡδὺ τὴν τοῦ κτίστου καρδίαν.
Εἰκάδῃ τε πρώτῃ ἔνθους, Ἰάκωβος, ἐς πόλον ἔβη.
Ὁ σελασφόρος οὗτος καὶ θεόληπτος φίλος τοῦ Χριστοῦ Ἰάκωβος, ἐγεννήθη ἐκ γονέων εὐ-
λαβῶν ἐν ἔτει 1920 εἰς Λιβίσιον τῆς Μικρᾶς Ἀσίας. Ἐκριζωθεὶς ἐκ τῆς πατρίδος του, κατὰ τὴν
Μικρασιατικὴν καταστροφήν, ἔφθασεν εἰς Πειραιᾶ, μετέβη εἰς Ἄμφισσαν, καὶ τελικῶς εἰς Φα-
ράκλαν τῆς Εὐβοίας.
Ὡς δένδρον ἱερόν, ἀρδευθὲν διὰ τῶν ὀρθοδόξων ναμάτων, παιδιόθεν ὑψώθη πρὸς θεογνωσίαν.
Ἔχων ῥίζας εὐλαβεῖς, ἠγάπησε βαθέως τὴν Ἐκκλησίαν, αὐξάνων ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.
Ὅθεν ἀδιαλείπτως ἀγρυπνῶν, προσευχόμενος καὶ συνομιλῶν μετὰ τῶν ἁγίων, προσέλαβε τὰ
χαρίσματα τοῦ Ἁγίου Πνεύματος, δωρούμενος τοῖς πᾶσι ῥεῖθρα ἰάσεων. Ἔχων ἀντιλήπτορα τὴν
ἁγίαν Παρασκευήν, καὶ ἀναβαίνων ἀπὸ δυνάμεως εἰς δύναμιν, ἐγένετο αὐτουργὸς ποικίλων
θαυμάτων, καθάπερ κοινωνὸς θείας φύσεως. Τυχὼν δὲ ἰάσεως ὑπὸ τῆς Θεοτόκου διὰ τῆς θαυ-
ματουργοῦ εἰκόνος ταύτης, Ξενίας ἐπονομαζομένης, ὡς καὶ τοῦ ἁγίου ἱερομάρτυρος Χαραλάμπους,
ἐν εὐχαριστίαις ἀνύμνει τὸν Κύριον.
Ἐργασθεὶς σκληρῶς πρὸς βιοπορισμὸν καὶ τὴν στρατιωτικὴν αὐτοῦ θητείαν τελέσας ἐν τελείᾳ
νηστείᾳ καὶ φιλαδελφίᾳ, ἔσπευσεν ὅπως ἀφιερώσῃ ἑαυτὸν τῷ Χριστῷ, ὅνπερ νηπιόθεν ἐπόθει.
Εἰσελθὼν τοίνυν εἰς τὴν ἱερὰν μονὴν τοῦ ὁσίου Δαβίδ ἐν Εὐβοίᾳ, καὶ εὑρὼν ταύτην εἰς οἰκτρὰν
πνευματικὴν κατάστασιν, ἐνισχύθη ὑπὸ τοῦ ὁσίου κτήτορος αὐτῆς, ἵνα ἀντιμετωπίσῃ τὰς
συκοφαντίας καὶ τὸν πόλεμον τῶν ἀμελῶν μοναχῶν, ὑπομένων ἐν ταπεινώσει τὰς ὕβρεις καὶ κόπτων
ἐν πᾶσι τὸ θέλημα αὐτοῦ. Διὸ ἐν ὑπακοῇ καὶ ἀσκήσει, ἐλάμπρυνεν οὐ μόνον τὴν ψυχήν, ἀλλὰ καὶ τὸ
σῶμα αὐτοῦ τῇ χάριτι τοῦ Πνεύματος.
Ἀνακαινίσας δὲ τὴν μονὴν ἐν κόποις πολλοῖς καὶ μόχθοις περισσοτέρως, καὶ τελῶν πάσας τὰς
ἱερὰς ἀκολουθίας ἀνελλιπῶς, ἀνεζωογόνησε πνευματικῶς τὸ θεῖον σκήνωμα τοῦ ὁσίου Δαβίδ, ἔχων
τοῦτον διηνεκῶς συνόμιλον καὶ προστάτην εὔστοργον.
Λαβὼν δὲ τὴν χάριν τῆς ἱερωσύνης, ἀνέλαβεν ὅπως διακονῇ λειτουργικῶς τὰ πλησιέστερα χωρία,
ὁδοιπορῶν δι’ ἡμιόνου, παρὰ τὰς δυσμενεῖς καιρικὰς συνθήκας.
[16]
Ἀποσυρόμενος πολλάκις εἰς τὸ σπήλαιον τοῦ ὁσίου Δαβὶδ καὶ ἐν παννύχοις στάσεσιν ἀνερχό-
μενος εἰς οὐρανίους μονάς, ἐβίωνε θείας ἐμπειρίας, τρυγῶν τὸ μέλι τῶν δωρεῶν τοῦ Πνεύματος.
Ἀντιπαλαίων οὖν ταῖς δειναῖς ἐνέδραις τοῦ πονηροῦ, ἐδοκιμάσθη ὡς χρυσὸς ἐν χωνευτηρίῳ,
διάγων ἐν πενίᾳ καὶ ἀσκήσει. Ἔλαβεν ὅθεν ὑπὲρ φύσιν χαρίσματα, μένων ἀδιάβροχος κάτωθεν
ὑετοῦ, φωτιζόμενος ἐν νυκτὶ ὑπὸ θείου φωτός, συνομιλῶν καὶ συλλειτουργῶν τοῖς ἁγίοις καὶ τοῖς
ἀγγέλοις, ὑπὲρ τὴν γῆν κατὰ τὴν προσευχὴν αἰρόμενος, ἐκχέων εὐωδίαν, διανύων ἀφθωρεὶ
ἀποστάσεις μεγάλας, πολλαπλασιάζων ταῖς αὐτοῦ δεήσεσι τροφὰς καὶ ἄρτους.
Πρὸ σοβαρᾶς αὐτοῦ χειρουργίας, ἐπικαλεσθεὶς τοὺς ὁσίους Δαβὶδ καὶ Ἰωάννην τὸν Ῥῶσον, εἶδε
τούτους παρισταμένους ἐν τῷ χειρουργείῳ καὶ ποιοῦντας τὴν ἐπέμβασιν.
Ἀναλαβὼν οὖν τὴν ἡγουμενείαν τῆς ἱερᾶς μονῆς, ἐγένετο πόλος ἕλξεως τοῦ κόσμου, ἐνεργῶν
χριστοειδέσι σπλάγχνοις οἰκτιρμῶν καὶ ἀναδειχθεὶς διορατικὸς καὶ προορατικὸς ποιμὴν τῆς
Ἐκκλησίας.
Παρὰ τὰς ὀδυνηρὰς αὐτοῦ νόσους, οὐκ ἐπαύσατο ἐν ἀγάπῃ τελείᾳ εὐεργετῶν καὶ ἰώμενος πάντας,
μέχρις ἐσχάτης πνοῆς.
Ὁ εὐγενὴς οὗτος μύστης τοῦ Πνεύματος μετέστη πρὸς τὸν ποθούμενον Χριστὸν τῇ 21ῃ
Νοεμβρίου, ἡμέραν τῶν Εἰσοδίων τῆς Θεοτόκου, εἰσοδεύσας μετ᾿ αὐτῆς τῇ ἀλήκτῳ πανηγύρει τῶν
ἁγίων, ἔνθα μνημονεύει ἀδιαλείπτως πάντων ἡμῶν.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς ῥητὴρ τῶν δογμάτων, ὑποφήτης, θεόφρον, τῶν σωστικῶν διδαχῶν, Χριστοῦ τοῦ
πάντων πλάστου, καὶ κήρυξ μετανοίας, ἐπεγνώσθης, Ἰάκωβε, ἐν τῇ μονῇ τοῦ Δαβίδ,
ἐν τοῖς ἐσχάτοις χρόνοις.
Βαρυτάτως νοσούντων, καὶ ποικίλως πασχόντων, ὁ ταχινὸς ἰατρός, ὑπομονῆς ὁ
στύλος, ἐν ταῖς πολλαῖς, θεόφρον, καὶ δειναῖς ἀσθενείαις σου, καὶ ἀσκητὴς θαυ-
μαστός, ἐδείχθης τῷ σῷ βίῳ.
Ἐμπαθείας ἀνθρώπων, τὰ ὀνείδη καὶ ψεύδη, καθυπομείνας, σεμνέ, συνέτριψας τὸ
θράσος, τοῦ ἀντιδίκου πάτερ, θεοφόρε Ἰάκωβε, διὸ τὴν μνήμην σου νῦν, ἐν ᾄσμασι
τιμῶμεν.
Θεοτοκίον.
Σοῦ τὴν πάντιμον χάριν, τὴν σεπτήν σου λοχείαν, καὶ τῶν θαυμάτων πληθύν, ἡ
γλῶσσα οὐκ ἰσχύει, ἀξίως περιγράψαι, Θεοτόκε πανάμωμε, σὺ γὰρ δοχεῖον σεπτόν,
τοῦ Παρακλήτου ὤφθης.
Ἕτερος. Δροσοβόλον μέν.
Γαλουχίᾳ θειοτάτῃ ἀναδέδειξαι, ἄγγελος νηπιόθεν σοφέ, φωτιζόμενος καὶ φωτίζων,
λάμψεσι Χριστοῦ, τὸν κόσμον βοῶντα ἐμμελῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων
ἡμῶν.
Ὁλοφώτῳ τοῦ νοός σου καθαρότητι, ὤφθης συλλειτουργὸς ἱερός, δαιτυμόνων ὑ-
περκοσμίων, νέμων ἱλασμούς, πιστοῖς ἐκβοῶσιν ἐκτενῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν
πατέρων ἡμῶν.
[17]
Ὑπερβάλλων ταπεινώσεως τῇ χάριτι, ἔγνωκας παντευχίαν κλεινήν, Γεωργίου
τροπαιοφόρου, ᾧπερ θεαυγῶς, γυμνόπους ἀνέμελπες σοφέ· Εὐλογητὸς εἶ ἀθλητά, τοῦ
εὐεργέτου Χριστοῦ.
Θεοτοκίον.
Ἱλαρύνεις πεπτωκότων τὴν στυγνότητα, Δέσποινα, φαειναῖς σου αὐγαῖς, ἀνεικάστου
φιλανθρωπίας, Λόγον τοῦ Θεοῦ, τεκοῦσα ἀτρέπτως δι’ ἡμᾶς, τοὺς ἐνδυθέντας
τιμαλφῶς, τῇ ἀρχιφώτῳ στολῇ.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Κρατῆρα ἔσχες, πεπληρωμένον, θεόφρον, ἀγαθῶν ὑπὲρ πτωχῶν καὶ δυστυχούντων,
ἐν ἡγουμενείῳ, τῷ σῷ ὡς σιτοδότης.
Ἐν ἀπεῤῥίτῳ, πάτερ, κατῴκεις κελλίῳ, ἀποφεύγων τρυφηλότητα τοῦ βίου, διὸ καὶ
τοὺς πάλαι, πατέρας ἐμιμήσω.
Παύεις δαιμόνων, κυριαρχίαν, παμμάκαρ, προσπορίζων τοῦ Χριστοῦ ἐλευθερίαν,
τοῖς πρός σε ἐλθοῦσιν, ἐνεργουμένοις, πάτερ.
Θεοτοκίον.
Ἐμέ, Παρθένε, τῷ σῷ ἀχρείῳ ἱκέτῃ, χειραγώγησον πρὸς τρίβον σωτηρίας, ἵνα τοῦ
Υἱοῦ σου, τὰς ἐντολὰς τηρήσω.
Ἕτερος. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Συντριβεὶς τὴν καρδίαν, πόθῳ τοῦ κτίσαντος, οὐκ ἐνάρκησας, πάτερ, εὐαγγελί-
ζεσθαι· ὅθεν ὡς καλὸς ποιμήν, πᾶσι σπενδόμενος, τῶν πεφορτισμένων, ἐγένου ἀ-
χθοφόρος.
Ἰατῆρα ὑμνοῦμεν, θεῖον Ἰάκωβον, θεαυγεῖ ἀγαπήσει, νόσους διώκοντα, πάγας δὲ τοῦ
δράκοντος, κατεδαφίζοντα, καὶ ὑπερυψοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Διασπείρων ἐνθέως, σπόρον τοῦ Πνεύματος, καὶ τὴν κτίσιν ποτίζων, ῥείθροις
χρηστότητος, ὤφθης γεωργὸς κλυτός, ἐν ἀγαθότητι, δρέπων πανολβίους, καρποὺς
θεοειδείας.
Θεοτοκίον.
Ὡς ἀκτῖνες ἡλίου, περιαστράπτουσι, τῷ τραχήλῳ σου κόρη, θεοχαρίτωτε, θείου
χρυσολίθου, τὰ ἀμαρύγματα· σὺ γὰρ νυμφοστόλος, ὑπάρχεις Ἐκκλησίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδοὺ κατ᾿ ἔτος μάκαρ, πληθὺς τῶν πατέρων, καὶ κοσμικῶν Ὀρθοδόξων παράταξις,
τὴν ἀεισέβαστον, πάτερ, μνήμην σου μέλπομεν.
Ὦ, ὅσιε, μὴ παύσῃ, ὑπὲρ τῆς σῆς ποίμνης, καθικετεύων Χριστῷ τῷ Κυρίῳ σου, σὺ
γὰρ προστάτης ὑπάρχεις, αὐτῆς, Ἰάκωβε.
[18]
Ἡδέως ἀνυμνοῦμεν, τὸν σὸν βίον, πάτερ, ἐκδιηγούμενοι πάντα τὰ θαύματα, καὶ
τοὺς ἁγίους σου λόγους, σεμνὲ Ἰάκωβε.
Θεοτοκίον.
Λαοὶ φυλαὶ καὶ γλῶσσαι, σὲ τὴν Θεοτόκον, καθὼς προεῖπές ποτε μακαρίζουσι, καὶ
ἀνυμνοῦσιν ἐνθέως, τὸν θεῖον τόκον σου.
Ἕτερος. Θεὸν ἀνθρώποις.
Ῥητῇ ἀγάπῃ διαλεγόμενος, πρὸς τὸν Δαβὶδ φωσφόρον τῆς μονῆς σου ἀμύντορα,
ἐξῃτήσω πάραυτα, εὑρεῖν ἱερῶν, κλέπτην ἐλαιοδένδρων· ὅπερ ἐποίησε, πάντας τοὺς
ἐνόχους ἀσφαλῶς προσεπισπώμενος.
Ἀῤῥήτῳ φάει καταυγαζόμενος, ἔγνως σαφῶς ἀλήκτου πανδαισίας τὴν ἔλλαμψιν.
Προσκομίζων χάριτι, καὶ γὰρ τὰ σεπτά, δῶρα ἐν Λειτουργίᾳ, ἥψω δακτύλῳ σου, αἷμα
τοῦ Σωτῆρος θαυμαστῶς, ὡς θεοφόρητος.
Στρατῷ ἀύλων συναυλιζόμενος, πανευλαβῶς ἐπόθεις ἀρχαγγέλων τῇ χάριτι, θε-
ουργὲ Ἰάκωβε, ἐγεῖραι ναόν· ὅθεν ἀγαλλιάσει, ἀκαταπόνητον, εὗρες προμηθέα
Μιχαὴλ διακονοῦντά σοι.
Θεοτοκίον.
Μητρὶ Κυρίου πιστῶς κατέφυγες, θεοφεγγεῖ ἐν πίστει, μυστογράφε Ἰάκωβε· ἰαθεὶς
δὲ πόδας σου, ἐτίμας σεπτῶς, κόρην ἁγνὴν Ξενίαν, ἥ σε ηὐλόγησεν, ἐν ἀγαθωσύνῃ
μητρικῇ προσατενίσασα.
Ἐξαποστειλάρια.
Ἦχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Ἰωὴλ Ἐδέσσης
Τοῦ Λιβισίου βλάστημα, καὶ Φαράκλων οἰκήτωρ, Εὐβοίας νήσου καύχημα, καὶ
πιστῶν παραστάτης, μονῆς Δαβὶδ τοῦ ὁσίου, προεστὼς θεοφόρος, χαρίτων σκεῦος
πάγχρυσον, καὶ προγνώσεως λύχνος ἀειλαμπής, ἐγκρατείας πόνοις ἀκαταπαύστοις,
καὶ σαῖς πυκναῖς δεήσεσιν, Ἰάκωβε, ἐγνώσθης.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Ἰσιδώρας μοναχῆς.
Πηγὴν ἀνευφημήσωμεν, Εὐβοίας τὴν ἀείῤῥυτον, ἀναβλυστάνουσαν κόσμῳ, τὰς
θεουργοὺς παρακλήσεις, Ἰάκωβον τὸν πάντιμον· καὶ γὰρ Χριστοῦ τῇ χάριτι, ἐσχάτοις
ἐν τοῖς ἔτεσιν, ἐγένετο Ἐκκλησίας, ἰάτωρ παντελεήμων.
Τῆς ἑορτῆς. Ὅμοιον.
[19]
Ἣν πάλαι προκατήγγειλε, τῶν προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ
πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν·
σήμερον γὰρ εἰσάγεται, εἰς τὰ ἅγια τῶν ἁγίων, ἀνατραφῆναι Κυρίῳ.
Εἰς τοὺς αἴνους, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια τοῦ ἁγίου.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! Ἐν τοῖς ἐσχάτοις καιροῖς, ἡ ὑπέρλαμπρος δύναμις,
τοῦ Ἁγίου Πνεύματος, ἐξεχύθη ἐν χάριτι, τῷ Ἰακώβῳ, ἰχνηλατήσαντι, τοῦ εὐεργέτου,
κένωσιν ἄφραστον. Ὅθεν δωρούμενος, τοῖς πιστοῖς χαρίσματα ὑπερφυῆ, φαίνει ὁ
ἀοίδιμος, Τριάδος ἔλλαμψιν.
Πάτερ μυστικῶς φλεγόμενος, τῇ ἀγαπήσει Χριστοῦ, παιδιόθεν ἐνδέδυσαι, καλλονὴν
ἀρχέγονον, διαχέων ἰάματα· καὶ γὰρ τοῦ Λόγου στέφος δεξάμενος, θεοφορήτως,
ἤνυσας δίαυλον, θείας ἀσκήσεως, ἐν ἐλέῳ Πνεύματος ἀγκαλισθείς, γῆν καὶ τὰ
οὐράνια, θεῖε Ἰάκωβε.
Ὢ τοῦ παραδόξου θαύματος! Συνομιλῶν εὐφεγγῶς, σελασφόροις ταῖς τάξεσι,
μυστικῶς ηὐλόγησαι, τῇ χειρὶ θεομήτορος. Διὸ τοῦ πλάνου δίφρους κατέῤῥιψας, τὰς
ὕβρεις ὄντως, δόξαν ἡγούμενος, πάτερ Ἰάκωβε. Ὅθεν ἐξοδίῳ σου ἐν ἑορτῇ, ἅπαντας
ηὐλόγησας, χειρὶ ἀχράντῳ σου.
Νέμων ὑετοὺς αἰνέσεων, μυσταγωγεῖς τοὺς πιστούς, Λειτουργίαν εἰς ἄχραντον,
μυροφόρου νήψεως, καὶ κλεινῆς κατανύξεως. Τοῦ Ἰωάννου Ῥώσου τῇ χάριτι, διὸ
τριφώτους, μονὰς ἐπέγνωκας. Ὅθεν τρυχόμενος, νοσημάτων ἄλγεσιν ὀδυνηροῖς,
ὤφθης ὡς στερέμνιος, ἀδάμας πίστεως.
Δόξα. Ἦχος πλ. δ΄.
Συλλειτουργῶν ταῖς ἐπουρανίοις δυνάμεσιν, ἐν καρδίᾳ συντετριμμένῃ, ὡς ἄγγελος
χρυσαυγὴς τεθέασαι, ὑπερκόσμιε Ἰάκωβε. Βασιλικῶς τοίνυν ἐνδεδυμένος, χάριν
οἰκτιρμῶν, πᾶσαν τὴν κτίσιν, περιπτύξει χριστοειδεῖ ἐνηγκάλισαι. Διὸ τῆς Θεοτόκου,
ἐπιστήθιος γενόμενος, ὤφθης ἀστὴρ ὁδηγῶν, εἰς τρίβον σωτηρίας. Καὶ νῦν ὀθνείου
οἴνου γευόμενος, σὺν πᾶσι τοῖς ἁγίοις, ἐκχέεις τῇ Ἐκκλησίᾳ, τῶν ἀρχιφώτων
λαμπηδόνων τὴν αἴγλην, παρέχων ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός.
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν ναῷ Κυρίου, τοῦ ἀνα-
τραφῆναι εἰς τὰ ἅγια τῶν ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριήλ, ἀπεστάλη πρὸς σὲ
τὴν πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ
Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε, ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς
δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.
[20]
ΕΝ Τῌ ΘΕΙᾼ ΛΕΙΤΟΥΡΓΙᾼ
Τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς τροπάρια δ΄ ἐκ τῆς γ΄ ᾠδῆς τοῦ α΄ κανόνος τοῦ
ἁγίου καὶ δ΄ ἐκ τῆς Ϛ΄ ᾠδῆς τοῦ β΄ κανόνος.
Μετὰ τὴν εἴσοδον, τὸ ἀπολυτίκιον τῆς ἑορτῆς, τὰ τοῦ ἁγίου καὶ τὸ τοῦ ναοῦ.
Κοντάκιον· Ὁ καθαρώτατος ναός.
Ἀπόστολος· Ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη. (Ζήτει τῇ ε΄ Δεκεμβρίου).
Εὐαγγέλιον· Πάντα μοι παρεδόθη. (Ζήτει ἐν τῇ Λειτουργίᾳ τῆς ε´ Δεκεμβρίου).
Κοινωνικόν· Εἰς μνημόσυνον αἰώνιον.
Μεγαλυνάριον.
Χαίροις, ἰαμάτων ὁ ποταμός, εὐχαῖς σου ἀρδεύων, πᾶσαν κτίσιν ἱλαστικῶς, Ἰάκωβε
θεόφρον, Εὐβοίας ὁ κοσμήτωρ, Δαβίδ τε θεοφόρου, θεῖος συνέκδημος
Δίστιχον.
Δέξαι, Ἰάκωβε, τὸν ἄμουσον ὕμνον
Ἰσιδώρας, διψώσης ἀφέσεως ὕδωρ.
[21]

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου