Homiliae super Psalmos
Εἰς τὸ τέλος ὑπὲρ Ἰδιθοὺμ, ψαλμὸς τῷ ∆αβίδ. ∆ύο ψαλμοὺς ἔγνωμεν Ὑπὲρ Ἰδιθοὺμ ἔχοντας τὴν ἐπιγραφήν· τόν τε τριακοστὸν ὄγδοον καὶ τὸν ἐν χερσί. Καὶ λογιζόμεθα μὲν ∆αβὶδ εἶναι τὴν σύνταξιν τῆς πραγματείας· τῷ μέντοι Ἰδι θοὺμ δεδόσθαι εἰς ὠφέλειαν αὐτοῦ, ἐπὶ διορθώσει τῶν ἐν τῇ ψυχῇ παθημάτων, καὶ εἰς μελῳδίαν τὴν ἐπὶ τοῦ λαοῦ· δι' ἧς καὶ ὁ Θεὸς ἐδοξάζετο, καὶ οἱ ἀκούοντες τῆς ἁρμονίας ἐπανωρθοῦντο τὰ ἤθη. Ἦν γὰρ καὶ ὁ Ἰδιθοὺμ ἱεροψάλτης, ὡς μαρτυρεῖ ἡμῖν ἡ ἱστορία τῶν Παραλειπομένων, λέγουσα· Καὶ μετ' αὐτῶν Αἰμὰν καὶ Ἰδιθοὺμ, σάλπιγγές τε καὶ κύμβαλα τοῦ ἀναφωνεῖν, καὶ ὄργανα τῶν ᾠδῶν τοῦ Θεοῦ. Καὶ μετ' ὀλίγα φησί· Καὶ ἔστησε ∆αβὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ, τοὺς ἀποφθεγγομένους ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν τυμπάνοις. Περὶ ὑπομονῆς τοί νυν ἑκάτερος ψαλμὸς τὴν πλείστην ποιεῖται πρα γματείαν, δι' ἧς καταστέλλεται μὲν τῆς ψυχῆς τὸ θυμούμενον, ὑπερηφανίας δὲ πάσης ἐξορισθείσης, κατορθοῦται ταπείνωσις. Ἀμήχανον γὰρ τὸν μὴ καταδεξάμενον τὸ πρὸς πάντας ὑποδεὲς καὶ ἔσχατον δυνηθῆναί ποτε ἢ λοιδορούμενον θυμοῦ κρατῆσαι, ἢ θλιβόμενον διὰ μακροθυμίας περιγενέσθαι τῶν πει ρασμῶν.
Ὁ γὰρ τὴν ἄκραν ταπείνωσιν κατορθώ σας, ἐν μὲν ταῖς λοιδορίαις πλείονα ἑαυτοῦ προκατα γνοὺς τὴν εὐτέλειαν, οὐ κινηθήσεται τὴν ψυχὴν ὑπὸ τῶν ῥημάτων τῆς ἀτιμίας· ἀλλ' ἐὰν μὲν ἀκούσῃ πένης, οἶδεν ἑαυτὸν πτωχὸν ὄντα, καὶ πάντων ἐνδεῆ, καὶ τῆς καθ' ἡμέραν παρὰ τοῦ Κυρίου χορηγίας ἐπι δεόμενον· ἐὰν δὲ ἀκούσῃ δυσγενὴς καὶ ἐξ ἀφανῶν, προειλημμένον ἔχει ἐν τῇ ἑαυτοῦ καρδίᾳ τὸ ἐκ πηλοῦ γεγενῆσθαι. ∆ιὰ τοῦτο ἐκεῖ μέν φησιν, Εἶπα, Φυλάξω τὰς ὁδούς μου, καὶ διηγεῖται τοῦ ἁμαρτωλοῦ τὴν ἐπισύστασιν, καὶ τὴν οἰκείαν μακροθυμίαν· Ἐν τῷ συστῆναι γὰρ, φησὶ, τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγα θῶν· εἶτα προϊὼν λέγει· Πλὴν τὰ σύμπαντα μα ταιότης, πᾶς ἄνθρωπος ζῶν· εἶτα, Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Ἐν δὲ τῷ προκειμένῳ ψαλμῷ ἄρχεται διαπορητικῶς, οἱονεὶ τῇ ἑαυτοῦ ψυχῇ διαλεγόμενος, ὡς ἐξ ἀκολουθίας τῶν προειρημένων. Ἵνα γὰρ μὴ τῷ φρονήματι τῆς σαρκὸς ἡ ψυχὴ ὑποταγεῖσα, πρὸς ὀργὰς καὶ λύπας διερεθίζηται, ἵνα τί, φησὶ, δούλην ποιοῦμαι πονηρῶν παθῶν τὴν ψυχὴν, παρὰ τοῦ κτίσαντος αὐ τὴν Θεοῦ τὴν ἡγεμονίαν τοῦ σώματος καὶ τῶν ἐν αὐτῷ παθημάτων πεπιστευμένην; ∆εῖ τοίνυν ἄρχειν μὲν τῶν παθῶν, δουλεύειν δὲ τῷ Θεῷ. Ἀμήχανον γὰρ αὐτὴν καὶ ὑπὸ τῆς ἁμαρτίας βασιλεύεσθαι, καὶ ὑπὸ τοῦ Θεοῦ· ἀλλὰ δεῖ κακίας μὲν ἐπικρατεῖν, τῷ ∆ε σπότῃ δὲ τῶν ὅλων ὑποτετάχθαι. ∆ιὰ τοῦτο ἀποτει νόμενος ὁ Προφήτης τῷ ἐπάγοντι τοὺς πειρασμοὺς, καὶ τὸν πολὺν ὄχλον αὐτῷ τῶν κακῶν ἐπεγεί ροντι, καὶ σπουδὴν ἔχοντι δουλαγωγῆσαι τὸ φρόνημα τοῦ πνεύματος, καὶ ὑποῤῥῖψαι αὐτὸ τῇ σαρκὶ, οἷον ἐλέγχων αὐτοῦ ματαίαν οὖσαν τὴν κατ' αὐτοῦ ἐπί νοιαν, ταῦτά φησι· Τί με βιάζῃ δουλεύειν οἷς μὴ θέμις; Ἔχω ∆εσπότην, γνωρίζω τὸν ἀληθῶς Βασιλέα. Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ' αὐτοῦ γὰρ τὸ σωτήριόν μου. Τὴν αἰτίαν εἶπε τῆς περὶ τὴν ὑποταγὴν σπουδῆς· ὅτι τὸ σωτήριον παρὰ τοῦ Θεοῦ. Ἴδιον γὰρ ∆ημιουργοῦ τὸ τῶν ἑαυτοῦ ποιημάτων τῆς ἀσφαλείας φροντίζειν. Ἢ, Παρ' αὐτοῦ τὸ σωτήριον· ἐπειδὴ προφητικῶς προορώμε νος τὴν μέλλουσαν ἔσεσθαι χάριν τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου, ταῦτά φησιν· ὅτι δουλεύειν δεῖ τῷ Θεῷ, καὶ ἀγαπᾷν αὐτὸν, ὃς τηλικαύτην εὐεργεσίαν εἰς τὸ γένος τῶν ἀνθρώπων προκατεβάλετο, ὡς μηδὲ τοῦ ἰδίου Υἱοῦ φείσασθαι, ἀλλ' ὑπὲρ πάντων ἡμῶν παρα δοῦναι. Σωτήριον γὰρ ἔθος ὀνομάζειν τῇ Γραφῇ τὸν Χριστὸν τοῦ Θεοῦ· ὥς που καὶ Συμεών φησι· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, ∆έσποτα· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. Ὑποταγησώ μεθα οὖν τῷ Θεῷ, διότι παρ' αὐτοῦ τὸ σωτήριον. Τί δέ ἐστι τὸ σωτήριον, ἑρμηνεύει. Οὐκ ἐνέργειά τις ψιλὴ, χάριν τινὰ ἡμῖν παρεχομένη εἰς ἀπαλ λαγὴν ἀσθενείας, καὶ σώματος εὐεξίαν. Ἀλλὰ τί ἐστι τὸ σωτήριον; Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου οὐ μὴ σα λευθῶ ἐπὶ πλεῖον. Θεὸς ἡμῶν ἐστιν ὁ ἐκ τοῦ Θεοῦ Υἱός. Ὁ αὐτὸς καὶ Σωτὴρ τοῦ γένους τῶν ἀνθρώπων, ὁ τὸ ἀσθενὲς ἡμῶν ὑπερείδων, ὁ τὸν ἐκ τῶν πειρασμῶν ἐγγινόμενον ταῖς ψυχαῖς ἡμῶν σάλον ἐπανορθούμενος. Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον· ἀνθρωπίνως ὁμολογεῖ τὸν σάλον. Ἐπὶ πλεῖον, Ἀμήχανον γὰρ ἐν ἀνθρώπου ψυχῇ μὴ γενέσθαι τινὰ σάλον ἀπὸ τῶν πειρασμῶν. Ἕως μὲν οὖν μι κρὰ ἁμαρτάνομεν καὶ ὀλίγα, ὥσπερ τὰ φυτὰ ὑπὸ πραείας αὔρας περιδονούμενοι, ἠρέμα πως σα λευόμεθα· ἐπειδὰν δὲ πλείω καὶ μείζονα ᾖ τὰ κακὰ, κατὰ τὴν ἀναλογίαν τῆς τῶν ἁμαρτημάτων αὐξήσεως καὶ ὁ σάλος ἐπιτείνεσθαι πέφυκε. Καὶ οἱ μὲν ἐπὶ πλεῖον σαλεύονται· οἱ δὲ μέχρι τοῦ καὶ αὐτόῤῥιζοι ἀνατραπέντες καταβληθῆναι, ὅταν λαίλαπος πάσης βιαιότερον τὰ πνευματικὰ τῆς πονηρίας τὰς οἱονεὶ ῥίζας τῆς ψυχῆς, αἷς ἐπεστήρικτο τῇ πίστει τῇ κατὰ Θεὸν, ἀποῤῥήξῃ. Ἐγὼ τοίνυν, φησὶν, ἐσαλεύθην μὲν ὡς ἄνθρωπος· ἐπὶ πλεῖον δὲ οὐ μὴ σαλευθῶ, διὰ τὸ ἀντιστηρίζεσθαι τῇ δεξιᾷ χειρὶ τοῦ Σωτῆρος. Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον; φονεύετε πάντες ὑμεῖς, ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ; Πάλιν τοῖς πονηροῖς ὑπηρέταις τοῦ δια βόλου μάχεται, τὴν ἀμετρίαν αἰτιώμενος ὁ λόγος τῆς παρ' αὐτῶν ἐπαγομένης ἐπιβουλῆς. Ὅτι οἱ μὲν ἅν θρωποί εἰσι ζῶον ἀσθενές· ὑμεῖς δὲ ἐπιτίθεσθε, οὐκ ἀρκούμενοι τῇ πρώτῃ προσβολῇ· ἀλλὰ καὶ δευτέραν καὶ τρίτην ἐπάγετε, ἕως ἂν οὕτω τὴν ψυχὴν τοῦ πα ραπεσόντος ὑμῖν καταστρέψητε, ὥστε γενέσθαι παραπλησίαν τοίχῳ κλιθέντι καὶ φραγμῷ ἀνατραπέν τι. Τοῖχος δὲ, ἕως μὲν ὅτε τὴν ὀρθὴν διαφυλάσσει στά σιν, πάγιος μένει· ἐπειδὰν δὲ κλιθῇ, ἀνάγκη πᾶσα αὐτὸν διαλυθέντα πεσεῖν. Τὰ μὲν γὰρ ἡνωμένα βάρη μετὰ τὴν κλίσιν ὀρθοῦται, τὰ δὲ ἐκ πλειόνων συγκείμενα, ἐπειδὰν ἐφ' ἓν τὴν ῥοπὴν πάθῃ, οὐκέτι δέχεται τὴν ἐπανόρθωσιν. Ἐνδείκνυται τοίνυν ὁ λόγος, ὅτι ἡ φύσις ἡ τοῦ ἀνθρώπου, σύνθετος οὖσα, ἐκλίθη μὲν ὑπὸ τῆς ἁμαρτίας, λυθῆναι δὲ πάντως αὐτὴν χρή· ὥστε, ὑπὸ τοῦ ἐξ ἀρχῆς οἰκοδομήσαντος αὐτὴν τεχνίτου πά λιν ἀνασκευασθεῖσαν, τὸ ἀσφαλὲς καὶ ἀκατάλυτον καὶ πρὸς δευτέραν πτῶσιν ἀνεπιβούλευτον ἀπολαβεῖν. Θεοῦ γεώργιον, φησὶ, Θεοῦ οἰκοδομή ἐστε. Τὴν οἰκοδομὴν ταύτην κατέσεισεν ὁ ἐχθρός· τὰ γενόμενα ἐν αὐτῇ ῥήγματα ἀνεσκεύασεν ὁ ∆ημιουργός. Οὕ τως ἀναγκαία μὲν ἡ πτῶσις διὰ τὴν ἁμαρτίαν, με γάλη δὲ ἡ ἀνάστασις διὰ τὴν ἀθανασίαν. Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι· ἔδραμον ἐν δίψει, τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Τιμὴ ἀνθρώπου τὸ αἷμα τοῦ Χριστοῦ· Τιμῆς γὰρ, φησὶν, ἠγοράσθητε· μὴ γί νεσθε δοῦλοι ἀνθρώπων. Ταύτην οὖν τὴν τιμὴν ἐβουλεύσαντο ἄχρηστον ἡμῖν καταστῆσαι, τοὺς ἅπαξ ἐλευθερωθέντας πάλιν εἰς δουλείαν ἐνάγοντες, οἱ στρατιῶται τοῦ πονηροῦ. Ἔδραμον ἐν δίψει. Τὸ σύντονον λέγει τῆς τῶν δαιμόνων ἐπιβουλῆς, ὅτι τρέχουσι καθ' ἡμῶν, διψῶντες ἡμῶν τὴν ἀπώλειαν. Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Πολλοί εἰσι τὰς πονηρὰς πράξεις ἀποδεχόμενοι, καὶ χαρίεντα μὲν τὸν εὐτράπελον λέ γοντες, τὸν δὲ αἰσχρολόγον πολιτικόν· τὸν πικρὸν καὶ ὀργίλον ἀκαταφρόνητον ὀνομάζουσι· τὸν φειδω λὸν καὶ ἀκοινώνητον ὡς οἰκονομικὸν ἐπαινοῦσι, τὸν ἄσωτον ὡς ἐλευθέριον, τὸν πόρνον καὶ ἀσελγῆ ἀπολαυστικόν τινα καὶ ἀνειμένον· καὶ ἁπαξαπλῶς πᾶσαν κακίαν ἐκ τῆς παρακειμένης ἀρετῆς ὑποκο ρίζονται. Οἱ τοιοῦτοι τῷ στόματι μὲν εὐλογοῦσι, τῇ δὲ καρδίᾳ καταρῶνται. Ἐν γὰρ τῇ τῶν ῥημάτων εὐφημίᾳ πᾶσαν κατάραν ἐπάγουσιν αὐτῶν τῇ ζωῇ, ὑποδίκους αὐτοὺς τῇ αἰωνίᾳ κατακρίσει δι' ὧν ἀποδέχονται καθιστῶντες. Πάλιν τῇ ψυχῇ διαλέ γεται, τὴν ὑποταγὴν αὐτῆς τὴν πρὸς τὸν Θεὸν ἐπι τείνων. Πλὴν τῷ Θεῷ, φησὶν, ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρ' αὐτοῦ ἡ ὑπομονή μου. Ἐνδεί κνυται τὸ μέγεθος τῶν πειρασμῶν, καὶ τὸ τοῦ Ἀπο στόλου λέγει· ὅτι οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν. Παρ' αὐτοῦ γὰρ ἡ ὑπομονή μου. Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου· ὁ Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ Θεῷ. Μακάριος ὁ μηδενὶ τῶν κατὰ τὸν βίον ὑψη λῶν ἐπαγαλλόμενος, ἀλλὰ Θεὸν ἔχων τὴν ἑαυτοῦ δόξαν· ὁ καύχημα ἔχων ἑαυτοῦ τὸν Χριστόν· ὁ δυ νάμενος λέγειν κατὰ τὸν Ἀπόστολον· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Νῦν δὲ πολλοὶ μὲν ἐνδοξάζονται σώματι, οἱ περὶ τοὺς γυμνικοὺς ἐσχολακότες ἀγῶνας, ἢ ὅλως οἱ ἐπὶ τῇ ἀκμῇ τῆς ἡλικίας σφριγῶντες· πολλοὶ δὲ τῇ κατὰ τοὺς πολέμους ἀνδρίᾳ, οἱ καὶ τὸ φονεύειν τοὺς ὁμο φύλους ἀρετὴν τιθέμενοι. Ἡ γὰρ ἐν τοῖς πολέμοις ἀριστεία καὶ τὰ τρόπαια ὑπὸ στρατηγοῦ καὶ πόλεων ἐγειρόμενα κατὰ τὴν τοῦ φονεύειν περιουσίαν γίνε ται. Ἄλλοι δοξάζονται, τείχη πόλεσι περιβάλλοντες· καὶ ἄλλοι ἐν ὑδραγωγῶν κατασκευαῖς, καὶ γυμνασίων μεγάλων οἰκοδομήμασιν. Ὁ δεῖνα δὲ τὸν πλοῦτον ἑαυτοῦ θηριομάχοις προσαναλίσκων, καὶ ταῖς ματαίαις τῶν δήμων φωναῖς ἐπαγαλλόμενος, φυσᾶται τοῖς ἐπαί νοις, καὶ μέγα φρονεῖ, τὴν δόξαν ἔχων ἐν τῇ αἰσχύνῃ αὐτοῦ· ὅς γε καὶ ἔγγραφον ἐν τοῖς περιφανέσι τῆς πόλεως τὴν ἑαυτοῦ ἁμαρτίαν ἐπὶ τῶν πινάκων δείκνυ σιν. Ἄλλος ἐπὶ πλούτῳ δοξάζεται· καὶ ἄλλος, ὅτι ῥήτωρ ἐστὶ δεινός τις καὶ ἄμαχος, ἢ τῆς κατὰ τὸν κόσμον σοφίας ἔμπειρος. Ὧν πάντων ἐλεεῖν τὴν δόξαν προσῆκε· μακαρίζειν δὲ τοὺς τὸν Θεὸν ἑαυτῶν δόξαν ποιουμένους. Εἰ γὰρ ὁ δεῖνα μέγα φρονεῖ, ὅτι δοῦλός ἐστι βασιλέως, τιμώμενος παρ' αὐτοῦ τὰ με γάλα· πόσον σοι προσῆκεν ἐπὶ σαυτῷ μεγαλύνεσθαι, ὅτι δοῦλος εἶ τοῦ μεγάλου Βασιλέως, προσκληθεὶς παρ' αὐτοῦ εἰς τὴν ἄκραν οἰκείωσιν, λαβὼν τὸ Πνεῦμα τῆς ἐπαγγελίας, ὥστε σφραγισθεὶς ἐν αὐτῷ υἱὸς ἀποδει χθῆναι Θεοῦ; Ἐν ἑαυτῷ δὲ γνοὺς τὸ ὄφελος τῆς γνη σίας ἐπὶ Θεὸν ἐλπίδος, ἐπὶ τὸν ἴσον ἑαυτοῦ ζῆλον παρα καλεῖ τὸν λαὸν, λέγων· Ἐλπίσατε ἐπ' αὐτὸν, πᾶσα συναγωγὴ λαῶν, ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. Ἀμήχανόν ἐστι χωρητικοὺς ἡμᾶς γενέ σθαι τῆς θείας χάριτος μὴ τὰ ἀπὸ κακίας πάθη προ κατασχόντα τὰς ψυχὰς ἡμῶν ἐξελάσαντας. Εἶδον ἰατροὺς ἐγὼ μὴ πρότερον διδόντας τὰ σωτήρια φάρ μακα, πρὶν ἐμετοῖς ἀποκενῶσαι τὴν νοσοποιὸν ὕλην, ἣν ἐκ πονηρᾶς διαίτης ἑαυτοῖς οἱ ἀκόλαστοι ἐναπ έθεντο. Ἀλλὰ καὶ ἀγγεῖον προκατειλημμένον ὑπό τινος δυσώδους ὑγροῦ, μὴ ἐκπλυνθὲν, οὐ μὴ δέξηται τοῦ μύρου τὴν ἐπιῤῥοήν. ∆εῖ τοίνυν ἐκχυθῆναι τὰ προϋπάρχοντα, ἵνα δυνηθῇ χωρηθῆναι τὰ ἐπαγό μενα. Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων. Εἶδε μὴ πάντας ἀκολουθοῦντας αὐτοῦ τῷ παραγγέλματι, μηδὲ καταδεχομένους ἐλπίζειν ἐπὶ τὸν Θεὸν, ἀλλ' ἔχοντας τὴν ἐλπίδα ἐπὶ τὰ μάταια τοῦ βίου. ∆ιὰ τοῦτό φησι· Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων. ∆ιὰ τί μάταιοι; Ἐπειδὴ ψευδεῖς. Ποῦ μάλιστα αὐτῶν τὸ ψεῦδος ἐλέγχεται; Ἐν ζυγοῖς, φησὶ, τοῦ ἀδικῆσαι. Ποίοις φησὶ ζυγοῖς; Μὴ γὰρ πάντες ἄνθρωποι ζυγοστατοῦ σι; μὴ πάντες ἐριοπῶλαι, ἢ κρεωπῶλαι, ἢ χρυσὸν ἢ ἄργυρον διατίθενται, ἢ ὅλως περὶ ταύτας τὰς ὕλας τὴν σπουδὴν ἔχουσιν, ἃς ζυγοῖς καὶ σταθμοῖς πεφύ κασιν οἱ ἔμποροι διαμείβειν; Ἀλλὰ πολὺ μὲν τὸ τῶν βαναύσων γένος, ζυγῶν οὐδὲν εἰς τὴν ἐργασίαν αὐτῶν προσδεόμενον· πολλοὶ δὲ οἱ ναυτιλλόμενοι· πολλοὶ δὲ οἱ περὶ τὰ δικαστήρια καὶ τὸ ἄρχειν στρε φόμενοι, παρ' οἷς μὲν τὸ ψεῦδός ἐστιν, ὁ δὲ διὰ τῶν ζυγῶν δόλος οὐκ ἐπιτηδεύεται. Τί οὖν ἐστιν ὃ λέγει; Ὅτι ἑκάστου ἡμῶν ἐν τῷ κρυπτῷ ζυγός τις ἐστὶ παρὰ τοῦ κτίσαντος ἡμᾶς ἐγκατασκευασθεὶς, ἐφ' οὗ τὴν φύσιν τῶν πραγμάτων δυνατόν ἐστι διακρίνε σθαι. Ἔθηκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν· δύο φύσεις ἀντι κειμένας ἀλλήλαις· ἀντιστάθμησον αὐτὰς ἐπὶ τοῦ οἰκείου σεαυτοῦ κριτηρίου· ζυγοστάτησον ἀκριβῶς, τί σοι λυσιτελέστερον, τὴν πρόσκαιρον ἑλέσθαι ἡδο νὴν, καὶ δι' αὐτῆς τὸν αἰώνιον λαβεῖν θάνατον, ἢ τὴν ἐν τῇ ἀσκήσει τῆς ἀρετῆς ἑλόμενον κακοπά θειαν, ταύτῃ προξένῳ χρήσασθαι τῆς αἰωνίου τρυ φῆς. Ψευδεῖς οὖν οἱ ἄνθρωποι, διεφθαρμένα ἔχον τες τῆς ψυχῆς τὰ κριτήρια· οὓς καὶ ταλανίζει ὁ Προφήτης λέγων· Οὐαὶ οἱ λέγοντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος· οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Ἐμοὶ, φησὶ, τὰ παρόντα· τίς δὲ οἶδε τὰ μέλλοντα; Κακῶς ζυγοστατεῖς, πονηρὰ τῶν ἀγαθῶν ἀνθαιρούμενος, τὰ μάταια τῶν ἀληθι νῶν προτιμῶν, τὰ πρόσκαιρα τῶν αἰωνίων προ τάσσων, τὴν παρερχομένην ἡδονὴν ἀντὶ τῆς ἀπαύ στου εὐφροσύνης καὶ διηνεκοῦς ἐκλεγόμενος. Ψευ δεῖς οὖν οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι. Ἀδικοῦσι δὲ προηγουμένως μὲν ἑαυτοὺς, ἔπειτα δὲ καὶ τοὺς πλησιάζοντας, οἱ καὶ ἑαυτοῖς πονηροὶ σύμβουλοι ἐπὶ τῶν πράξεων γινόμενοι, καὶ ἑτέροις μοχθηρὸν ὄντες ὑπόδειγμα. Οὐκ ἔστι σοι εἰ πεῖν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· Οὐκ ᾔδειν τὸ ἀγαθόν. Προφέρεταί σοι τὰ ἴδιά σου ζυγὰ ἱκανὴν παρ εχόμενα διάκρισιν ἀγαθοῦ καὶ κακοῦ. Τὰ μὲν γὰρ τοῦ σώματος βάρη ταῖς ἐπὶ τῆς τρυτάνης ῥοπαῖς δοκιμάζομεν, τὰ δὲ τοῦ βίου ἐκλεκτὰ τῷ αὐτεξουσίῳ τῆς ψυχῆς διακρίνομεν· ὃ καὶ ζυγὸν ὠνόμασε, διὰ τὸ ἴσην δύνασθαι λαμβάνειν τὴν ῥοπὴν ἐφ' ἑκάτερα. Μὴ ἐλπίζετε ἐπ' ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Ἄνω εἶπεν· Ἐλπίσατε ἐπ' αὐτὸν, πᾶσα συναγωγὴ λαῶν. Εἶδε τὸ ὀκνηρὸν τῆς ὑπ ακοῆς, καὶ ἀπεφήνατο, ὅτι Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων. Πάλιν ἀπαγορεύει μὴ ἐλπίζειν ἐπ' ἀδι κίαν. Ὁ τὸν ἐξ ἀδικίας ἠθροισμένον πλοῦτον ἱκανὴν ἑαυτῷ πρὸς τὸ ἰσχύειν καὶ κρατεῖν ἀφορμὴν εἶναι κρίνων ὅμοιός ἐστιν ἀῤῥώστῳ ἐν τῇ περιουσίᾳ τῆς νόσου τὴν εὐεξίαν τιθεμένῳ. Μὴ ἐλπίζετε ἐπ' ἀδι κίαν. Αὕτη σοι ἐμποδίζει πρὸς πᾶσαν ἐνέργειαν. Καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Μὴ εἶναι τῶν ἀλλοτρίων ἐπιθυμητὰς παραινεῖ. Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ. Ἐὰν ἴδῃς τινὰ τῶν ὑπερπλουτούντων, μὴ μακαρίσῃς αὐτοῦ τὴν ζωήν. Ἐάν σοι πολλαχόθεν καὶ ἐξ ἀφθόνων πηγῶν περιῤῥέῃ τὰ χρήματα, μὴ προσδέξῃ αὐτῶν τὴν πε ριουσίαν. Πλοῦτος ἐὰν ῥέῃ. Θαύμασον τὴν φωνήν. Ῥευστὴ ἡ φύσις τοῦ πλούτου· χειμάῤῥου ὀξύτερον τοὺς ἔχοντας παρατρέχει· ἄλλοτε ἄλλον πέφυκε παραμείβεσθαι. Ὥσπερ ποταμὸς ἀφ' ὑψηλοῦ φερόμε νος ἐγγίζει μὲν τοῖς παρεστῶσι τῇ ὄχθῃ, ὁμοῦ δὲ ἥψατο, καὶ εὐθὺς ἀνεχώρησεν· οὕτω καὶ ἡ τοῦ πλού του εὐκολία ὀξυτάτην ἔχει καὶ ὀλισθηρὰν τὴν παρου σίαν, ἄλλους ἐξ ἄλλων παραμείβεσθαι πεφυκυῖα. Σήμερον τοῦδε ὁ ἀγρὸς, καὶ αὔριον ἑτέρου, καὶ μετ' ὀλίγον ἄλλου. Ἀπόβλεψον πρὸς τὰς ἐν τῇ πόλει οἰκίας, πόσα ἤδη, ἀφ' οὗ γεγόνα σιν, ὀνόματα μετειλήφασιν, ἄλλοτε ἀπ' ἄλλου τῶν κεκτημένων ὀνομαζόμεναι. Καὶ χρυσὸς ἀεὶ τὰς τοῦ ἔχοντος χεῖρας διαῤῥέων, ἐφ' ἕτερον μεταβαίνει, καὶ ἀπ' ἐκείνου πρὸς ἄλλον. Μᾶλλον δύνασαι ὕδωρ τῇ χειρὶ περιλαβὼν κατασχεῖν, ἢ πλοῦτον σεαυτῷ διαρ κῶς συντηρῆσαι. Καλῶς οὖν εἴρηται τὸ, Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ. Μὴ τῇ ψυχῇ σου προσπάθῃς· ἀλλὰ τὸ ἀπ' αὐτοῦ χρήσιμον καταδέχου, μὴ ὡς ἕν τι τῶν ἀγαθῶν ὑπεραγαπῶν καὶ θαυμά ζων, ἀλλ' ὡς ὀργανικὴν αὐτοῦ τὴν ὑπηρεσίαν αἱρού μενος. Εἶτα ἐπάγει πᾶσι τοῖς εἰρημένοις ἀπόφασιν, οὐκέτι ἰδίων ῥημάτων, ἀλλ' ἣν παρ' αὐτοῦ ἤκουσε τοῦ Θεοῦ. Ἅπαξ γὰρ, φησὶν, ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα. Καὶ μηδένα ταρασσέτω ὡς πα ράδοξον τὸ εἰρημένον, πῶς ὁ μὲν Θεὸς ἅπαξ ἐλάλη σεν, ὁ δὲ Προφήτης δύο ἤκουσε.
∆υνατὸν γὰρ ἅπαξ μέν τινα λαλῆσαι, ἐν δὲ τῷ ἅπαξ πολλὰ εἶναι τὰ λα ληθέντα.
Ἄνθρωπος γάρ τις, συντυχών τινι ἅπαξ, περὶ πολλῶν διελέχθη· καὶ δύναται ὁ ἀκούσας αὐτοῦ τῶν ῥημάτων εἰπεῖν ὅτι, Ἅπαξ μέν μοι ἐφθέγξατο, περὶ πολλῶν δὲ ἐλάλησε. Τοῦτό ἐστι τὸ εἰρημένον νῦν· Ἡ μὲν Θεοῦ ἐπιφάνεια ἅπαξ μοι γέγονε, δύο δὲ πράγματά ἐστιν ἃ ἐλάλησεν. Οὐκ εἶπεν· Ἓν ἐλάλη σεν ὁ Θεὸς, δύο δὲ ταῦτα ἤκουσα· οὕτω γὰρ ἂν ἔδοξέ τινα ἔχειν ὁ λόγος πρὸς ἑαυτὸν ἐναντίωσιν. Τίνα οὖν ἦν τὰ δύο ἃ ἤκουσεν; Ὅτι, Τὸ κράτος τοῦ Θεοῦ, καὶ σοῦ, Κύριε, τὸ ἔλεος. Ὅτι δυνατὸς, φησὶν, ὁ Θεὸς ἐν τῇ κρίσει, καὶ ὁ αὐτὸς ἐλεήμων. Μήτε οὖν ἐλπίζετε ἐπ' ἀδικίαν, μήτε πλούτῳ προστίθεσθε, μή τε αἱρεῖσθε ματαιότητα, μήτε τὸ τῆς ψυχῆς κριτή ριον διεφθαρμένον περιφέρετε. Εἰδότες, ὅτι κρα ταιὸς ἡμῶν ὁ ∆εσπότης, φοβήθητε αὐτοῦ τὸ ἰσχυρὸν, καὶ μὴ ἀπογνῶτε αὐτοῦ τῆς φιλανθρωπίας. Πρὸς μὲν οὖν τὸ μὴ ἀδικεῖν, ἀγαθὸς ὁ φόβος· πρὸς δὲ τὸν ἅπαξ εἰς ἁμαρτίαν ὀλισθήσαντα μὴ ἑαυτὸν προέσθαι διὰ τῆς ἀνελπιστίας, ἀγαθὴ ἡ ἐλπὶς τοῦ ἐλέους. Τὸ γὰρ κράτος τοῦ Θεοῦ, καὶ παρ' αὐτοῦ τὸ ἔλεος. Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ὧ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Ἔθλιψας τὸν ἀδελφόν; ἐκδέχου τὸ ἴσον. Ἥρπασας τὰ τῶν ὑποδεεστέρων, κατεκονδύλισας πένητας, κατῄσχυνας ἐν λοιδορίαις, ἐσυκοφάντησας, κατεψεύ σω, ἀλλοτρίοις ἐπεβούλευσας γάμοις, ἐπιώρκησας, ὅρια πατέρων μετέθηκας, κτήμασιν ὀρφανῶν ἐπῆλθες, χήρας ἐξέθλιψας, τὴν παροῦσαν ἡδονὴν τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν προετίμησας; ἐκδέχου τού των τὴν ἀντιμέτρησιν. Οἷα γὰρ σπείρει ἕκαστος, τοι αῦτα καὶ θερίσει. Καὶ μέντοι καὶ εἴ τι τῶν ἀγα θῶν πέπρακταί σοι, κἀκείνων ἐκδέχου πολλαπλασίους τὰς ἀντιδόσεις. Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ταύτης μεμνημένος παρὰ πάντα σου τὸν βίον τῆς ἀποφάσεως, δυνήσῃ τὰ πολλὰ τῶν ἁμαρτημάτων διαφυγεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου