Τετάρτη 11 Δεκεμβρίου 2013

ΕΙΣ ΤΟΝ ΙΔʹ ΨΑΛΜΟΝ.

ΕΙΣ ΤΟΝ ΙΔʹ ΨΑΛΜΟΝ.



Homiliae super Psalmos


Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου, ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Τὸν τέλειον ἡμῖν ὁ λόγος ὑπογράψαι βουλόμενος, τὸν τῶν μακαρισμῶν ἐπιτυγχάνειν    μέλλοντα,   τάξει   τινὶ   καὶ   ὁδῷ   τῶν   περὶ   αὐτὸν   θεωρουμένων χρησάμενος, ἀπὸ τῶν προσεχεστέρων καὶ πρώτων  τὴν ἀρχὴν πεποίηται. Κύριε, τίς παροικήσει  ἐν  τῷ  σκηνώματί  σου; Ἡ παροικία  ἐστὶ  διαγωγὴ  πρόσ καιρος, οὐχ ἱδρυμένην  ζωὴν, ἀλλὰ παροδικὴν, ἐπ' ἐλ πίδι τῆς ἐπὶ τὰ κρείττονα  μεταστάσεως, ὑποφαίνου  σα. Ἁγίου δὲ ἀνδρὸς, παροδεύειν μὲν τὸν βίον τοῦ τον, ἐπείγεσθαι δὲ πρὸς ἑτέραν ζωήν. ∆ιὸ καὶ ὁ ∆αβὶδ περὶ ἑαυτοῦ φησι· Πάροικος ἐγώ εἰμι παρὰ σοὶ, καὶ παρεπίδημος, καθὼς οἱ πατέρες μου. Πάροικος γὰρ Ἀβραὰμ, οὐδὲ βῆμα ποδὸς ἰδίας  γῆς κεκτημένος, ἀλλ' ὅτε ταφῆς αὐτῷ ἐδέησεν, ἀρ γυρίου κτησάμενος ταύτην φαίνεται· δεικνύντος τοῦ λόγου, ὅτι ζῶντα μὲν ἐν τῇ σαρκὶ πάροικον εἶναι προσήκει, μεταβαίνοντα  δὲ ἀπὸ τῆς  ζωῆς ταύτης,  τοῖς  οἰκείοις  τόποις  ἐναναπαύεσθαι.  ∆ιὰ τοῦτο ἐν μὲν τῇ ζωῇ ταύτῃ παροικεῖ τοῖς ἀλλοφύλοις, ἐν δὲ τῇ ταφῇ οἰκείαν ἑαυτῷ τὴν δεξομένην αὐτοῦ τὸ σῶμα γῆν ἐπραγματεύσατο.
Μακάριον δὲ τῷ ὄντι, μὴ ὡς οἰκείοις   προστετηκέναι  τοῖς   ἐν  τῇ  γῇ,  μηδὲ  ὥσπερ  πατρίδος   τινὸς   φυσικῆς ἀντέχεσθαι τῶν ἐνταῦθα, ἀλλ' εἰδέναι τὴν ἀπὸ τῶν βελτιόνων  ἀπόπτωσιν, καὶ τὴν ἐκ καταδίκης ἐνθάδε διαγωγὴν βαρυνόμενον, οὕ τω παροικεῖν, ὡς οἱ ὑπὸ δικαστῶν τινων  ἐπί τισι πλημμελήμασιν εἰς τὴν ὑπερορίαν ἐκ τῆς ἐνεγκούσης ἀπελαθέντες. Σπάνιος δὲ ὁ τοιοῦτος, ὁ μὴ ὡς ἰδίοις προσέχων τοῖς παροῦσιν· ὁ τοῦ πλούτου τὴν χρῆσιν πρόσκαιρον ἐπιστάμενος· ὁ τοῦ σώματος τὴν εὐεξίαν ὀλιγοχρόνιον  τιθείς· ὁ γνωρίζων  τῆς ἀνθρωπίνης  δό ξης τὸ ἄνθος ἀβέβαιον. Τίς οὖν παροικήσει ἐν τῷ σκηνώματί σου; Σκήνωμα τοῦ Θεοῦ ἡ παρ' αὐ τοῦ δεδομένη σὰρξ τῇ τοῦ ἀνθρώπου ψυχῇ εἰς ἐνοί κησιν ὀνομάζεται. Τίς ὡς ἀλλοτρίᾳ τῇ σαρκὶ ταύτῃ προσέξει; Ὥσπερ οἱ πάροικοι, ἀλλοτρίαν ἐκμισθού μενοι γῆν, πρὸς τὸ βούλημα τοῦ ἐκδεδωκότος γεωργοῦσι τὴν  χώραν· οὕτω καὶ ἡμῖν  κατὰ συγγρα φὴν  ἡ τῆς σαρκὸς ἐπιμέλεια παραδέδοται, ὥστε προσ ηκόντως αὐτὴν φιλοπονήσαντας, ἔγκαρπον ἀποδοῦ ναι τῷ δεδωκότι.  Ἐὰν δὲ ᾖ Θεοῦ ἀξία ἡ σὰρξ, γίνεται  τῷ ὄντι  Θεοῦ σκήνωμα κατὰ τὴν ἐνοίκησιν αὐτοῦ τὴν εἰς τοὺς ἁγίους. Τοιαύτη δέ ἐστιν ἡ τοῦ παροικοῦν τος. ∆ιὰ τοῦτο, Κύριε, τίς παροικήσει ἐν τῷ σκη νώματί σου; Εἶτα προκοπὴ καὶ πρόοδος ἡ ἐπὶ τὸ τε λειότερον. Καὶ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Ἰουδαῖος μὲν ὁ γήϊνος, ὅταν ὄρος ἀκούσῃ, πρὸς τὴν Σιὼν ἀποτρέχει. Τίς κατασκηνώσει ἐν  τῷ ὄρει τῷ ἁγίῳ σου; Ὁ τῇ  σαρκὶ παροικήσας ἐν  τῷ  ἁγίῳ  ὄρει κατασκηνώσει.  Ὄρος ἐκεῖνο,  τὴν ὑπερουράνιον χώραν, τὴν περιφανῆ  καὶ λαμπράν· περὶ οὗ ὁ Ἀπόστολος λέγει, ὅτι Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει  Θεοῦ ζῶντος,  Ἱερουσαλὴμ ἐπουρανίῳ,  ἐν ᾗ πανήγυρις  ἀγγέλων,  καὶ  Ἐκκλησία πρωτοτόκων  ἀπογεγραμμένων  ἐν  οὐρα νοῖς. Ἐπὰν οὖν τις παρέλθῃ τὴν σάρκα ταύτην ἀπροσπαθῶς ὡς ἀλλοτρίαν παροικῶν, καὶ οὐχ ὡς ἰδίας ἐξηρτημένος, οὗτος, διὰ τὸ νεκρῶσαι αὐτοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, τὸν ἁγιασμὸν κατορθώσας, ἄξιός ἐστι τῆς ἐν τῷ ἁγίῳ ὄρει κατασκηνώσεως· ἧς ἐπιθυμῶν ὁ  Ψαλμῳδὸς  ἔλεγεν,  ὅτι  ∆ιελεύσομαι  ἐν  τόπῳ  σκηνῆς  θαυμαστῆς· καὶ  τὸ,  Ὡς ἀγαπητὰ  τὰ  σκηνώματά  σου, Κύριε τῶν  δυνάμεων.  Ἐκεῖ ἡμᾶς  καὶ  ἡ πρὸς τοὺς πλησίον τῷ λόγῳ ἐκείνης τῆς ἐν τῷ ὄρει κατασκηνώσεως, καὶ ἡ ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας γινομένη φιλία κατασκηνοῖ. Ποιή σατε γὰρ ἑαυτοῖς φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς  ἀδικίας,  ἵνα,  ὅταν  ἐκλίπητε,  δέξωνται  ὑμᾶς  εἰς  τὰς  αἰωνίους  σκηνάς. Περὶ ἐκείνης τῆς δια γωγῆς ὁ Κύριος ἐν εὐχῆς εἴδει ἔλεγε τὸ, Πάτερ ἅγιε, δὸς ἵνα, ὅπου ἐγώ εἰμι, καὶ αὐτοὶ ὦσι. Σπάνιος καὶ ὁ παροικῶν ἐν τῷ σώματι, καὶ ὁ κατασκηνῶν ἐν τῷ ὄρει. ∆ιὰ τοῦτο ὡς ἀπορῶν ὁ λόγος φησί· Τίς παροικήσει; καὶ, Τίς κατασκηνώσει; ὡς τὸ, Τίς ἔγνω νοῦν Κυρίου; καὶ τὸ, Τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; καὶ τὸ, Τίς ἀναγγελεῖ  ὑμῖν  τὸν  τόπον  τὸν  αἰώνιον; καὶ τὸ, Τίς ἄρα ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος; Τάχα δὲ καὶ ἐρωτηματικόν ἐστι τὸ, Τίς, ὡς ἀπόκρισιν ἐπιζητοῦντος παρὰ τοῦ Κυρίου τοῦ ἁγίου, ᾧ διαλέγεται. Πρὸς ὃν ἡ θεία φω νὴ, λύουσα τὸ ἐπερώτημα, τί φησι; Πορευόμενος ἄμωμος,  καὶ  ἐργαζόμενος  δικαιοσύνην.  Εἰ ἄμω  μός  ἐστιν  ὁ μηδενὸς  τῶν  ἀγαθῶν  ἐλλιπὴς,  ἀπὸ  πά  σης κακίας  ἀπταίστως  τὸν  βίον  ἑαυτοῦ διεξάγων, τί να ἔχει πρὸς τὸν ποιοῦντα δικαιοσύνην διαφοράν; Ἆρ' οὖν τὸν αὐτὸν νοῦν ἐν διπλοῖς ῥήμασιν ἀπαγγέλλει· Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιο σύνην; Ἢ ἰδίαν τινὰ διάνοιαν  ἑκάτερον τῶν εἰρη μένων  παρίστησιν; ἵνα ᾖ ὁ μὲν ἄμωμος ὁ κατὰ τὸν ἐν κρυπτῷ ἄνθρωπον εἰς πᾶσαν τελείωσιν ἀρετῆς ἀπηρτισμένος, ὁ δὲ ἐργαζόμενος δικαιοσύνην ὁ τὸ πρακτικὸν ἑαυτοῦ διὰ τῶν σωματικῶν ἐνεργειῶν τελειῶν.  ∆εῖ γὰρ οὐ μόνον  ποιεῖν  τὴν δικαίαν  πρᾶξιν, ἀλλὰ  καὶ ἀπὸ διαθέσεως δικαίας  ἐργάζεσθαι· κατὰ  τὸ  εἰρημένον,  ὅτι  ∆ικαίως  τὸ  δίκαιον  διώξεις·  τουτέστι, μετὰ τοῦ λόγου τῆς δικαιοσύνης ἐπιτελεῖν τὴν πρᾶξιν. Οἷον ποιεῖ μὲν γάρ τι  ἰατρικὸν  πρὸς  ὠφέλειαν  φέρον  τῶν  ἀσθενούντων  ὁ  ἰδιώτης,  ἀλλ'  οὐχὶ  καὶ ἰατρικῶς ἐποίησεν ὁ τοιοῦτος, τῷ μὴ ἔχειν τι τῆς τέχνης τῇ ἐνεργείᾳ συνεπόμε νον. Πορευόμενος οὖν ἄμωμος ὁ κατὰ νοῦν τέ λειος· ἐργαζόμενος δὲ δικαιοσύνην ὁ κατὰ τὴν  τοῦ Ἀποστόλου φωνὴν  ἀνεπαίσχυντος  τοῦ Κυρίου  ἐρ γάτης.  Πρόσχες δὲ τῇ ἀκριβείᾳ τῆς  λέξεως.  Οὐκ εἶπε, Πορευθεὶς ἄμωμος, ἀλλὰ,  Πορευόμενος ἄμωμος· οὐδὲ, Ἐργασάμενος δικαιοσύνην, ἀλλ', Ἐργαζόμενος. Οὐ γὰρ μία πρᾶξις τελειοῖ τὸν σπουδαῖον,  ἀλλὰ  παντὶ  προσῆκε  τῷ  βίῳ  τὰς  κατ'  ἀρετὴν  ἐνεργείας συμπαρατείνεσθαι. Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ.  Πάλιν  καὶ  ἐνταῦθα  τὴν  αὐτὴν  ἔχει  κοινωνίαν   πρὸς  ἄλληλα  τὸ  λαλεῖν ἀλήθειαν  ἐν  καρδίᾳ, καὶ  τὸ μὴ δολοῦν  ἐν  γλώσσῃ αὐτοῦ· ὁποίαν  εἶχε  τὸ εἶναι ἄμωμον πρὸς τὸ ἐργάζεσθαι δικαιοσύνην. Ὡς γὰρ ἐκεῖ καὶ τὸν ἐν κρυπτῷ τέλειον, καὶ τὸν ἐν τῷ πρακτικῷ εὐοδούμε νον ὁ λόγος παρίστησιν, οὕτω καὶ ἐνταῦθα, ἐπειδὴ τὸ λαλούμενον  ἐκ τοῦ περισσεύματός ἐστι τῆς καρ δίας, οἷον ἀπὸ πηγῆς τῆς ἔνδον διαθέσεως τοῦ λόγου ῥέοντος, πρότερον εἶπε τὴν ἐν καρδίᾳ ἀλήθειαν, εἶτα τὸ ἐν τῷ λόγῳ  ἄδολον  τῷ  διὰ  τῆς  γλώσσης  ἐνεργουμέ  νῳ.  ∆ύο δὲ  τὰ  σημαινόμενα  τῆς ἀληθείας εὑρήσομεν· ἓν μὲν τὴν περὶ τῶν πραγμάτων τῶν ἐπὶ τὸν μακά ριον βίον φερόντων  κατάληψιν,  ἕτερον δὲ τὴν περὶ οἱουδήποτε τῶν  κατὰ τὸν βίον εἴδησιν ὑγιῆ. Ἐκείνην  μὲν  οὖν τὴν  ἀλήθειαν,  τὴν  συνεργὸν τῆς σωτηρίας ἐν τῇ καρδίᾳ οὖσαν τοῦ τελείου, χρὴ ἀδόλως ἐν πᾶσι τῷ πλησίον παραδιδόναι· ἐν δὲ τοῖς κατὰ τὸν βίον πρά γμασιν, ἐάν που καὶ διαπίπτῃ τῆς ἀληθείας ὁ σπου δαῖος, οὐδὲν ἐμπόδιον αὐτῷ  εἰς τὰ προκείμενα  ἔσται. Πόσοι γὰρ στάδιοι γῆς  ἢ θαλάσσης, καὶ πόσοι κι νοῦνται  τῶν  ἀστέρων,  καὶ  πόσον  ἕτερος  τοῦ  ἑτέρου  προέχει  τῷ  τάχει,  ἐὰν  μὴ εἰδῶμεν  τὴν ἐν τούτοις ἀλήθειαν, οὐδὲν ἡμῖν ἐμποδίσει πρὸς τὸ ἐπιτυχεῖν  τῆς ἐν ἐπαγγελίαις μακαριότητος. Τάχα δέ τι καὶ τοιοῦτον ἡμῖν ὁ λόγος παρίστησιν, ὅτι τὰ περὶ ἀλη θείας, τουτέστι, τὰ μυστικὰ, λαλεῖν προσῆκεν οὐ παντὶ, ἀλλὰ τῷ πλησίον· ἀντὶ τοῦ, οὐκ εἰς τοὺς τυ χόντας ἐκφαίνειν, ἀλλὰ τοὺς κεκοινωνηκότας τῶν μυστηρίων. Εἰ δὲ ἀλήθεια ὁ Κύριος ἡμῶν ἐστιν, ἐντετυπωμένην  καὶ οἱονεὶ ἐσφραγισμένην τῇ ἑαυτοῦ καρδίᾳ ταύτην  τὴν ἀλήθειαν  ἕκαστος ἔχωμεν·  περὶ ἧς λαλοῦντες ἐν ταῖς καρδίαις ἑαυτοῖς, μὴ δολῶμεν τὸν λόγον τοῦ Εὐαγγελίου ἐν τῷ ἀναγγέλλειν  τοῖς πλησίον ἡμῶν τὸ κήρυγμα. Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ. Πολλαχοῦ ὡς ἐχθρὸς τοῦ Θεοῦ ὁ  δόλος ἐν τῇ Γραφῇ διαβέβληται. Ἐξολοθρεύσαι, φη  σὶ, Κύριος πάντα  τὰ  χείλη  τὰ  δόλια·  καὶ,  ∆όλος  ἐν  καρδίᾳ τεκταινομένων  κακά. Πᾶν δὲ τὸ κρεῖττον  ἐν τῇ τοῦ χείρονος  ἐπιμιξίᾳ δολοῦσθαι λέγεται,  ὡς  οἶνος  δολοῦται  τῷ  χείρονα  αὐτῷ  πα ραμίγνυσθαι, ἢ τὸ ὕδωρ αὐτῷ παρακίρνασθαι· καὶ χρυσὸς δολοῦται  ἐν  τῇ πρὸς ἄργυρον καὶ χαλκὸν  κοινωνίᾳ· οὕτω καὶ ἀλήθεια δολοῦται, τοῖς ἁγίοις λόγοις τῶν δυσφημοτέρων παραπλακέντων. Οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν. Τίνα λέγει  τὸν  πλησίον ὁ λόγος, οὐδεὶς ἀμφιβάλλει τῶν ἀκουσάντων τοῦ Εὐαγγελίου πρὸς τὸν ἐρωτήσαντα· Καὶ τίς ἐστί μου πλησίον; Ὧ ὁ Κύριος εἶπε τὴν παραβολὴν τοῦ ἀπὸ Ἱερουσαλὴμ καταβαίνοντος  εἰς Ἱεριχώ· ὃν καὶ ἠρώτησε· Τίς τούτων δοκεῖ σοι γεγονέναι  πλησίον; Κἀκεῖνος ἀπεκρίνατο,  Ὁ ποιή  σας τὸ  ἔλεος  μετ' αὐτοῦ.  Ἐδίδαξε γὰρ  διὰ  τού  των  πάντα ἄνθρωπον  ἡγεῖσθαι πλησίον. ∆υσκατόρθωτον δὲ καὶ τοῦτο, καὶ πολλῆς δεόμενον ἐπιμελείας, μήτε μικρῷ τινι, μήτε μείζονι καταβλάπτειν τὸν πλησίον· μὴ ἐν ῥήματι βλάψαι· μὴ ἀποστερῆ σαί τι τῶν καθηκόντων·  μὴ βουληθῆναι  αὐτῷ πο νηρόν· μὴ βασκανίᾳ χρήσασθαι πρὸς τὰς εὐπρα γίας τῶν πέλας. Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ. Ἀμφίβολος ἡ λέξις· πότερον αὐτὸς ἄξια τοῦ ὀνειδίζεσθαι παρὰ τῶν ἔγγιστα οὐκ ἐποίησε, καὶ διὰ τοῦτο οὐκ ἔλαβε παρ' αὐτῶν ὀνει δισμὸν, ἢ οὐδένα τῶν ἔγγιστα αὐτὸς ὠνείδισε, τῶν ἐν ἀνθρωπίνοις πταίσμασι γενομένων, ἢ ἐν πηρώ μασι σωματικοῖς, ἢ ἄλλοις τισὶν ὑστερήμασι τῆς σαρκὸς εὑρισκομένων. Οὔτε γὰρ τὸν ἁμαρτάνοντα ὀνειδιστέον κατὰ τὸ γεγραμμένον· Μὴ ὀνείδιζε ἄν θρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας. Οὐδὲ γὰρ ἔγνωμέν  ποτε ἐπ' ὠφελείᾳ  τῶν πλημμελούντων  τὸν ὀνειδισμὸν παρειλημμένον,  τοῦ Ἀποστόλου ἐν ταῖς πρὸς τὸν ἑαυτοῦ μαθητὴν Τιμόθεον ὑποθήκαις ἔλεγ χον μὲν καὶ παράκλησιν καὶ ἐπιτίμησιν ἐπιτρέψαν τος, οὐδαμοῦ δὲ τὸν ὀνειδισμὸν, ὡς ἐναντίον, παρα λαβόντος. Καὶ ἔοικεν ὁ μὲν ἔλεγχος  τέλος ἔχειν  τὴν διόρθωσιν τοῦ ἁμαρτάνοντος, ὁ δὲ ὀνειδισμὸς ἐπὶ ἀσχη μοσύνῃ τοῦ  ἐπταικότος  γίνεσθαι.  Πενίαν  δὲ, ἢ δυσγένειαν,  ἢ ἀμάθειαν,  ἢ σώματος ἀῤῥωστίαν ὀνει δίζειν πάντη ἄλογον, καὶ ἀλλότριον τοῦ σπουδαίου. Ἃ γὰρ οὐκ ἐκ προαιρέσεως ἡμῖν συμβαίνει, ταῦτα ἀκούσια· ἐπὶ δὲ τοῖς ἀκουσίοις ἐλαττώμασιν ἐλεεῖσθαι μᾶλλον ἢ καθυβρίζεσθαι τοὺς ἀτυχοῦντας προσῆκεν. Ἐξουδένωται  ἐνώπιον  αὐτοῦ  πονηρευόμε νος· τοὺς δὲ φοβουμένους  τὸν  Κύριον δοξάζει. Μεγαλοφυοῦς διανοίας καὶ πρὸς οὐδὲν κατακλινομένης  τῶν ἀνθρωπίνων χρείᾳ, καὶ ἀνδρὸς τὴν τῆς δικαιοσύνης ἕξιν εἰς ἄκρον κατωρθωκότος, τὸ δια νέμειν ἑκάστῳ  τὰ  πρὸς  ἀξίαν·  τούς  τε  πονηρευομένους  ἐξουδενοῦν,  κἂν  τὰς  μεγάλας τύχωσι δυναστείας περιβεβλημένοι, κἂν πλούτῳ κομῶντες κἂν περι φανείᾳ γένους, κἂν  λαμπρότητα  ἑαυτοῖς  ἐπιφημί  ζοντες,  πονηρία  δὲ μόνη  ἐνυπάρχουσα  αὐτοῖς φωραθῇ, ἐξουδενοῦν τοὺς τοιούτους, τουτέστιν ἀντ' οὐδενὸς λογίζεσθαι. Ἔμπαλιν δὲ, τοὺς φοβουμένους τὸν Κύ ριον, κἂν πένητες ὦσι, κἂν ἀγενεῖς, κἂν ἰδιῶται τῷ λόγῳ, κἂν ἀσθενεῖς τῷ σώματι, δοξάζειν καὶ ὑπεραίρειν καὶ μακαρίους ἡγεῖσθαι, δεδιδαγμέ νον παρὰ τοῦ Πνεύματος μακαρίζειν τοὺς τοιού τους Μακάριοι γὰρ, φησὶ, πάντες οἱ φοβούμενοι τὸν Κύριον. Τῆς αὐτῆς δέ ἐστι διανοίας τόν τε πο νηρευόμενον ἐξουδενῶσαι,  κἂν  ὑπεραίρηται  λαμπρό  τητι,  καὶ  τὸν  φοβούμενον  τὸν  Κύριον δοξάζειν, κἂν εὐτελὴς ᾖ, κἂν πένης ἐν τῷ βίῳ, κἂν εὐκαταφρόνη τος, κἂν μηδὲν τῶν ἐκτὸς προκαλουμένων εἰς ἀπο δοχὴν κεκτημένος. Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ, καὶ οὐκ ἀθετῶν.  Τί δή ποτε ἐνταῦθα  μὲν  ἡ εὐορκία συγχωρεῖται  ἐν  τοῖς  τῷ  τελείῳ πρέπουσιν ἀνδρα γαθήμασιν, ἐν δὲ τῷ Εὐαγγελίῳ παντελῶς ἀπηγό ρευται; Τίς παροικήσει, καὶ τίς κατασκηνώ σει; Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ, καὶ οὐκ ἀθετῶν. Ἐκεῖ δὲ, Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως. Τί οὖν φαμεν; Ὅτι πανταχοῦ τοῦ αὐτοῦ σκο ποῦ ἔχεται ὁ Κύριος, προλαμβάνων τῶν ἁμαρτημά των τὰ ἀποτελέσματα, καὶ ἐκ τῆς πρώτης ἀρχῆς ἐκτέμνων  τὴν πονηρίαν. Ὡς γὰρ ὁ μὲν παλαιὸς ἔλεγε νόμος, Οὐ μοιχεύσεις· ὁ δὲ Κύριος, Οὐδὲ ἐπι θυμήσεις· κἀκεῖνος μὲν, Οὐ φονεύσεις· ὁ δὲ τὰ τε λειότερα  νομοθετῶν,  Οὐδὲ ὀργισθήσῃ· οὕτω  δὴ  καὶ  ἐνταῦθα  ὁ μὲν  ἀρκεῖται  τῇ εὐορκίᾳ, ὁ δὲ τῆς ἐπιορ κίας τὴν ἀφορμὴν διακόπτει. Ὁ μὲν γὰρ εὐορκῶν, τυχὸν ἄν ποτε  καὶ  παρασφαλείη  ἄκων·  ὁ  δὲ  μὴ  ὀμνύων,   τὸν  τῆς  ἐπιορκίας  κίνδυνον διαπέφευγε. Τὸν ὅρκον δὲ πολλαχοῦ  καὶ τὴν ἀμετάθετον περὶ ἑκάστου πράγματος διαβεβαίωσιν ὀνομάζει· ὡς τὸ, Ὤμοσα, καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δι καιοσύνης σου· καὶ τὸ, Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Οὐχ ὅτι Θεὸν εἰς μαρτυρίαν τῶν λαλουμένων πιστοποιούμενον αὐτοῦ τὴν ἀμφιβολίαν παρήγαγεν, ἀλλ' ὅτι  ἀτρέπτοις  καὶ ἀκινήτοις  δό γμασι τὴν  τῆς  ἐπαγγελίας  χάριν  τῷ  ∆αβὶδ ἐβεβαίω σεν. Οὕτως οὖν  καὶ ἐνταῦθα  δυνατὸν  εἰρῆσθαι· Ὁ ὀμνύων  τῷ  πλησίον αὐτοῦ· τουτέστι, διαβεβαιού μενος τῷ πλησίον, καὶ οὐκ ἀθετῶν· ἵνα ᾖ σύμφωνον τῷ παρὰ τοῦ Κυρίου εἰρημένῳ, τῷ, Ἔστω δὲ ὑμῶν ὁ λόγος, ναὶ ναὶ, καὶ οὒ οὔ. Περὶ τῶν τοιού  των  πραγμάτων  διαβεβαιούμενος  κατάνευε·  καὶ  περὶ  τῶν  μὴ ὄντων,  κἂν πάντες ἄνθρωποι παρακαλῶσι, μὴ συμπεισθῇς ποτε παρὰ τὴν τῆς φύσεως ἀλήθειαν
διαβεβαιώσασθαι. Οὐ γέγονε τὸ πρᾶγμα, ἄρνησις ἐπακολουθείτω· γέγονε τὸ πρᾶγμα, συγκατάθεσις διαβεβαιούτω. Χωρὶς τῆς πρὸς ἕτερον ἐπιπλοκῆς αὐτὴν καθ' ἑαυτὴν πειρῶ τὴν ἀλήθειαν  παριστᾷν, ψιλαῖς  ταῖς διαβεβαιώσεσι κεχρημένος. Ὁ ἄπιστος ἐχέτω  τὴν  βλάβην  τῆς  ἀπιστίας.  Αἰσχρὸν γὰρ  παν  τελῶς  καὶ  ἀνόητον  ἑαυτοῦ κατηγορεῖν ὡς ἀναξίου πίστεως, καὶ τὴν ἐκ τῶν ὅρκων ἀσφάλειαν ἐπιφέ ρεσθαι. Εἰσὶ δέ τινες λόγοι, σχήματα μὲν ὅρκων ἔχοντες, οὐχ ὅρκοι δὲ ὄντες, ἀλλὰ θεραπεία πρὸς τοὺς ἀκούοντας. Ὡς ὁ Ἰωσὴφ τὸν Αἰγύπτιον οἰκειούμενος, νὴ τὴν ὑγίειαν  ὤμνυε Φαραώ. Καὶ ὁ Ἀπό στολος τὴν πρὸς Κορινθίους ἀγάπην ἑαυτοῦ παρ ιστῶν, ἔφη· Νὴ τὴν  ὑμετέραν  καύχησιν,  ἣν  ἔχω  ἐν  Χριστῷ Ἰησοῦ τῷ  Κυρίῳ ἡμῶν.  Οὐ γὰρ παρ ήκουσε τῆς εὐαγγελικῆς  διδασκαλίας ὁ τὸ Εὐαγγέλιον πεπιστευμένος, ἀλλὰ λόγον ψιλὸν ἐν σχήματι παρ έδωκεν ὅρκου, τὴν ἐπ' αὐτοῖς καύχησιν ὡς τοῦ παντὸς αὐτῷ ἀξίαν οὖσαν διὰ τοῦ τοιούτου  τρόπου δεικνύς.  Τῷ αἰτοῦντί  σε δός· καὶ ἀπὸ τοῦ θέλοντος δανείσασθαι μὴ ἀποστραφῇς. Ἐπὶ τὸ κοινω νικὸν, καὶ φιλάλληλον,  καὶ τῇ φύσει οἰκεῖον ὁ λόγος ἡμᾶς προκαλεῖται. Πολιτικὸν γὰρ ζῶον καὶ συναγε λαστικὸν ὁ ἄνθρωπος. Ἐν δὲ τῇ κοινῇ πολιτείᾳ καὶ τῇ μετ' ἀλλήλων  ἀναστροφῇ ἀναγκαῖον τὸ εὐμετά δοτον εἰς ἐπανόρθωσιν τοῦ ἐνδέοντος. Τῷ αἰτοῦντί σε δός. Βούλεταί σε διὰ μὲν τὴν  ἀγάπην  ἐν ἁπλότητι  ἀνειμένον  εἶναι  πρὸς τοὺς αἰτοῦντας,  λογισμῷ δὲ πάλιν   διακρίνειν   ἑκάστου  τὴν  χρείαν  τῶν   προσαιτούντων.   Καὶ  τοῦτο μεμαθήκαμεν  ἐν  ταῖς  Πράξεσι, τίνα  τρόπον  δυνατὸν  κατορθοῦσθαι  παρὰ  τῶν ἐπιστημόνως τὸν τῆς εὐσεβείας σκοπὸν ἐκπληρούντων·  Ὅσοι γὰρ, φησὶ, κτήτορες χωρίων  ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες  ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, καὶ ἐτίθουν  παρὰ τοὺς πόδας τῶν  ἀποστόλων.  ∆ιεδίδοτο δὲ ἑκάστῳ, καθ ότι  ἄν  τις χρείαν  εἶχεν.  Ἐπειδὴ  γὰρ  πολλοὶ  ὑπερ  βαίνοντες  τὴν  χρῆσιν  τῶν  ἀναγκαίων, ἀφορμὴν   ἐμ  πορίας  καὶ  ὑπόθεσιν   τρυφῆς   ἀσελγοῦς   ποιοῦνται   τὴν   αἴτησιν, ἀναγκαίως παρὰ τοῖς τὴν ἐπιμέλειαν τῶν πτωχῶν πεπιστευμένοις ἡ συγκομιδὴ τῶν χρημάτων ἐγίνετο, ὥστε ἐκεῖθεν ἐπιστημόνως καὶ οἰκονομικῶς ταῖς ἑκάστου χρείαις τὴν διανομὴν  τῶν ἀναγκαίων  γίνεσθαι. Ὥσπερ γὰρ ἐπὶ τῶν ἀῤῥωστούντων  χρεία μὲν πολλάκις οἴνου, ἀλλ' οὐ παντός ἐστι καιροῦ καὶ μέτρου καὶ ποιότητος καταστοχάσασθαι· χρεία δὲ ἰατροῦ πρὸς τὴν δόσιν τοῦ οἴνου· οὕτω δὴ καὶ ἡ περὶ τὴν θεραπείαν  τῶν   δεομένων   οἰκονομία  οὐ  παρὰ  πάντων   ὠφελίμως   ἐνεργεῖσθαι δύναται. Τοῖς γὰρ δὴ τὰ θρηνώδη μέλη πρὸς τὴν τῶν γυναικῶν ἀπά την συντιθεῖσι, καὶ τὰ πηρώματα τοῦ σώματος, καὶ τὰ ἕλκη πρὸς ἐμπορίας ἀφορμὴν προτιθεῖσιν, οὐ πάντως  τὸ  δαψιλὲς  τῆς  διακονίας  ὠφέλιμον.  Ἀφορμὴ γὰρ  αὐτοῖς  εἰς  κακίαν  ἡ χορηγία γενήσε ται. Ἀλλὰ μικρᾷ δόσει χρὴ τὴν τῶν τοιούτων ὑλακὴν ἀπωθεῖσθαι, τὸ δὲ συμπαθὲς καὶ φιλάδελφον  ἐπι δεικνυμένους, ἐν τοῖς μεθ' ὑπομονῆς τὴν θλίψιν φέρειν δεδιδαγμένοις· ὑπὲρ ὧν καὶ λεχθήσεται αὐ τοῖς, ὅτι Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν,  καὶ τὰ ἑξῆς. Καὶ ἀπὸ τοῦ θέλοντος  δανείσασθαι, μὴ ἀποστραφῇς. Καὶ τοῦτο τὸ παράγγελμα ἔχεται τῶν προτέρων. Καὶ γὰρ καὶ ὁ ἐνταῦθα αἰτῶν, πτωχὸς ὢν, δάνειον αἰτεῖ παρὰ σοῦ, δεικνύς σοι τὸν ἐν οὐ ρανοῖς πλούσιον, διαλύοντά σοι ὑπὲρ αὐτοῦ τὸ χρέος. Ὁ γὰρ ἐλεῶν, φησὶ, πτωχὸν  Θεῷ δανείζει. Ἐχέγγυον δὲ τοῦ δάνους ἡ βασιλεία τῶν οὐρανῶν. Ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι χάριτι καὶ φι λανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ καὶ ἁγίῳ Πνεύματι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου