ΕΙΣ ΤΟΝ ΜΗʹ ΨΑΛΜΟΝ
Homiliae super PsalmosΕἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλμός. Ἐφαντάσθησαν μέν τινες καὶ τῶν ἔξω περὶ τοῦ ἀνθρωπείου τέλους, καὶ διαφόρως ἠνέχθησαν εἰς τὴν περὶ τοῦ τέλους ἔννοιαν. Οἱ μὲν γὰρ ἀπεφή ναντο τέλος εἶναι τὴν ἐπιστήμην, οἱ δὲ τὴν πρακτι κὴν ἐνέργειαν· ἄλλοι τὸ διαφόρως χρῆσθαι τῷ βίῳ καὶ τῷ σώματι· οἱ δὲ βοσκηματώδεις ἡδονὴν ἀπεφή ναντο εἶναι τὸ τέλος. Ἡμῖν δὲ τέλος, οὗ ἕνεκεν πάντα πράττομεν, καὶ πρὸς ὃ ἐπειγόμεθα, ἡ μακαρία δια γωγὴ ἐν τῷ μέλλοντι αἰῶνι. Αὕτη δὲ συμπληροῦται ἐν τῷ βασιλεύεσθαι ὑπὸ τοῦ Θεοῦ. Τούτου γὰρ οὐδὲ μέχρις ἐπινοίας βέλτιόν τι ἐξευρεθείη τῇ λογικῇ φύσει· καὶ πρὸς ταύτην κινεῖ ἡμᾶς ὁ Ἀπόστολος, λέγων· Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βα σιλείαν τῷ Θεῷ καὶ Πατρί. Ὅπερ καὶ ὁ Σοφονίας ἐν τῇ προφητείᾳ παρίστησι, λέγων ἐκ προσώπου τοῦ Θεοῦ· Ὅτι τὸ κρῖμά μου εἰς συναγωγὰς ἐθνῶν, τοῦ εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ' αὐτοὺς τὴν ὀργήν μου. Ἐν γὰρ πυρὶ ζήλου μου κατ αναλωθήσεται πᾶσα ἡ γῆ· ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς πολλοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. Εἰς τοῦτο οὖν οἶ μαι τὸ τέλος ἀναφέρεσθαι τὰς ἀπὸ τῶν Ψαλμῶν ὠφελείας, τῶν ταύτην ἐχόντων τὴν προγραφήν. Συνᾴδου σι δὲ τῇ ἐννοίᾳ ταύτῃ καὶ οἱ ἐπιγράψαντες,
Εἰς νῖκος, ἢ Ἐπινίκιον, ἢ Τῷ νικοποιῷ· Ἐπειδὴ γὰρ Κατεπόθη ὁ θάνατος εἰς νῖκος, καὶ ἐξαναλώθη ὑπὸ τοῦ εἰπόντος· Ἐγὼ νενίκηκα τὸν κόσμον· καὶ ἐπειδὴ πάντα νενίκηται ὑπὸ τοῦ Χριστοῦ, καὶ Ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμψει, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, εἰκότως τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἐπινικίοις ᾠδαῖς τὰ ἀποκείμενα προαναφωνεῖ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· οἵ τε γη γενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Τὸ μὲν ἀκροατήριον μέγιστον, πάντα τὰ ἔθνη συγκαλοῦντος εἰς τὴν ἀκρόασιν τοῦ ψαλμοῦ, καὶ πάντας τοὺς τὴν οἰκουμένην ταῖς οἰκή σεσιν ἐκπληροῦντας. Ἕλκει δὲ, οἶμαι, καὶ γηγενεῖς, καὶ υἱοὺς ἀνθρώπων, καὶ πλουσίους, καὶ πένητας, καὶ τῷ ὑψηλῷ κηρύγματι τούτῳ πρὸς τὴν ἀκρόα σιν συγκαλεῖται. Ποία σκοπιὰ τῆς γῆς τοσοῦτον ἁπάσης ὑπερανέστηκεν, ὥστε ἐξ ἀπόπτου πάντα ἰδεῖν τὰ ἔθνη, καὶ πᾶσαν τὴν οἰκουμένην ὀφθαλμῷ περιλα βεῖν; Τίς οὕτω μεγαλοφωνότατος κῆρυξ, ὥστε τοσαύ ταις ὁμοῦ ἀκοαῖς ἐξάκουστον ἐμβοῆσαι; Τίς ὁ δέχε σθαι δυνάμενος χῶρος τοὺς ἐκκλησιάζοντας; Πηλίκος δὲ ὁ διδάσκαλος καὶ ποταπὸς τὴν σοφίαν, ὥστε ἄξια τῆς τηλικαύτης Ἐκκλησίας ἐξευρεῖν τὰ διδάγμα τα; Μικρὸν ἀνάμεινον, καὶ μαθήσῃ, ὅτι ἄξια τοῦ ἐπ αγγέλματός ἐστι τὰ ἐφεξῆς. Ὁ μὲν γὰρ ἐκκλησιάζων καὶ πάντα συγκαλῶν τῷ κηρύγματι ὁ Παράκλητός ἐστι, τὸ Πνεῦμα τῆς ἀληθείας, διὰ προφητῶν καὶ ἀπο στόλων συνάγων τοὺς σωζομένους· ὧν ἐπειδὴ Εἰς ἅπασαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐ τῶν· διὰ τοῦτό φησιν· Ἀκούσατε, πάντα τὰ ἔθνη, καὶ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. ∆ιὸ καὶ ἡ Ἐκκλησία ἐκ παντοδαπῶν ἐπιτηδευμάτων συν είλεκται, ἵνα μηδεὶς ἔξω τῆς ὠφελείας ἀπολειφθῇ. Τρεῖς γάρ εἰσι συζυγίαι τῶν κεκλημένων, ἐν αἷς ἅπαν τὸ τῶν ἀνθρώπων περιέχεται γένος· ἔθνη γὰρ οἱ κατοικοῦντες τὴν οἰκουμένην· γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων· πλούσιοι καὶ πένητες. Τίνα τοίνυν ἔξω καταλέλοιπε τῆς ἀκροάσεως; Οἱ ἀλλότριοι τῆς πίστεως διὰ τῶν ἐθνῶν ἐκλήθησαν. Οἳ ἐν τῇ Ἐκκλησίᾳ εἰσὶν, οἱ κατοικοῦντες τὴν οἰκουμένην. Γηγενεῖς οἱ τὰ γήινα φρονοῦντες, καὶ τῶν θελημάτων τῆς σαρκὸς ἀντεχόμενοι. Υἱοὶ τῶν ἀνθρώπων οἱ ἐπι μέλειάν τινα καὶ ἄσκησιν τοῦ λόγου ποιούμενοι· ἴδιον γὰρ τοῦ ἀνθρώπου τὸ λογικόν. Πλούσιοι καὶ πέ νητες αὐτόθεν ἔχουσι γνωριζομένην τὴν ἰδιότητα· οἱ μὲν ὑπερβαίνοντες τὴν κτῆσιν τῶν ἀναγκαίων, οἱ δὲ ἐν ἐνδείᾳ τούτων καθεστηκότες. Ἐπειδὴ δὲ ὁ ἰατρὸς τῶν ψυχῶν οὐκ ἦλθε καλέσαι δικαίους, ἀλλὰ ἁμαρτω λοὺς εἰς μετάνοιαν, πρῶτον ἔταξεν ἐν τῇ κλήσει ἐν ἑκάστῃ συζυγίᾳ τὸ κατεγνωσμένον. Χείρονα γὰρ τὰ ἔθνη τῶν κατοικούντων τὴν οἰκουμένην· ἀλλ' ὅμως προτετίμηται εἰς τὴν κλῆσιν, ἵνα οἱ κακῶς ἔχον τες πρότερον μεταλάβωσι τῆς ἐκ τοῦ ἰατροῦ ὠφε λείας. Πάλιν οἱ γηγενεῖς πρὸ τῶν υἱῶν τῶν ἀνθρώ πων ἐτάχθησαν· καὶ πλούσιοι πρὸ τῶν πενήτων. Τὸ ἀπεγνωσμένον τάγμα, καὶ δύσκολον ἔχον τὴν σωτη ρίαν, πρότερον κέκληται τῶν πτωχῶν. Τοιαύτη γὰρ ἡ τοῦ ἰατροῦ φιλανθρωπία τοῖς ἀσθενεστέροις· προτέ ροις μεταδίδωσι τῆς ὠφελείας. Ὁμοῦ δὲ καὶ εἰ ρήνης ἐστὶ συναγωγὸν ἡ κοινωνία τῆς κλήσεως, ὥστε τοὺς ἔχοντας τέως ἐκ τῶν ἐπιτηδευμάτων πρὸς ἀλλή λους ὑπεναντίως, τούτους διὰ τῆς Ἐκκλησίας προσ εθισθῆναι ἀλλήλοις εἰς τὴν ἀγάπην. Γινωσκέτω γὰρ ὁ πλούσιος, ὅτι ὁμοτίμῳ κηρύγματι κέκληται πρὸς τὸν πένητα. Ἐπὶ τὸ αὐτὸ γὰρ, φησὶ, πλούσιος καὶ πένης. Ἔξω καταλιπὼν τὴν πρὸς τοὺς καταδεεστέ ρους ὑπεροχὴν, καὶ τὸ ἐκ τοῦ πλούτου φρύαγμα, οὕ 29.436 τως εἰσέρχου εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Μήτε οὖν ὁ πλούσιος τὸν πένητα ὑπερηφανείτω, μήτε ὁ πένης τὴν δυναστείαν τῶν εὐπορούντων ὑποπτησσέτω· μήτε οἱ υἱοὶ τῶν ἀνθρώπων τοὺς γηγενεῖς ἐξου θενείτωσαν, μήτε οἱ γηγενεῖς τούτων πάλιν ἀπαλλοτριούσθωσαν. Καὶ τὰ ἔθνη ἐθιζέσθω πρὸς τοὺς κατοι κοῦντας τὴν οἰκουμένην, καὶ οἱ τὴν οἰκουμένην οἰκοῦντες τοὺς ξένους τῶν διαθηκῶν διὰ τῆς ἀγάπης προσλαμβανέσθωσαν. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἐπειδὴ, κατὰ τὸν Ἀπόστολον, Καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στό ματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν, καὶ ἡ ἀμφοτέρων ἐν τούτοις ἐνέργεια ὑποβάλλει τὴν τελειότητα· διὰ τοῦτο ἀμφότερα ὁ λόγος ἐν τῷ αὐτῷ συνείληφε, τήν τε τοῦ στόματος ἐνέργειαν, καὶ τὴν τῆς καρδίας μελέ την. Ἐάν τε γὰρ μὴ ᾖ τὸ ἀγαθὸν ἐν τῇ καρδίᾳ προ αποκείμενον, πῶς προενέγκῃ τὸν θησαυρὸν διὰ τοῦ στόματος ὁ μὴ κεκτημένος ἐν τῷ κρυπτῷ; ἐάν τε ἔχων τὰ τῆς καρδίας ἀγαθὰ μὴ δημοσιεύῃ τῷ λόγῳ, λεχθήσεται αὐτῷ· Σοφία κεκρυμμένη, καὶ θησαυ ρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις; ∆ιόπερ εἰς μὲν τῶν ἑτέρων ὠφέλιμον τὸ στόμα μου λαλείτω σοφίαν, εἰς δὲ τὴν ἡμέτεραν αὐτῶν προκοπὴν ἡ καρδία μελετάτω σύνεσιν. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Ἔτι τὸ ἑαυτοῦ πρόσωπον συνίστησιν ὁ Προφήτης, ἵνα μὴ εὐκαταφρόνητοι ὦσιν οἱ λόγοι ὡς ἀπὸ ἀνθρωπίνης εὑρέσεως προφερόμενοι. Ἃ διδάσκομαι, φησὶ, παρὰ τοῦ Πνεύματος, ταῦτα ὑμῖν ἀναγγέλλω, οὐδὲν ἐμὸν, οὐδὲν ἀνθρώπινον λέγων· ἀλλ' ἐπειδὴ κατήκοος ἐγε νόμην τῶν προβλημάτων τοῦ Πνεύματος, ἐν μυστη ρίῳ παραδιδόντος ἡμῖν τὴν τοῦ Θεοῦ σοφίαν, ἀνοίγω ἡμῖν καὶ φανερὸν καθίστημι τὸ πρόβλημα, ἀνοίγω δὲ οὐχ ἑτέρως ἢ διὰ ψαλτηρίου. Ἔστι δὲ τὸ ψαλτήριον ὄργανον μουσικὸν, ἐναρμονίως τοὺς φθόγγους ἀποδι δὸν πρὸς τὴν ἐκ φωνῆς μελῳδίαν. Τὸ τοίνυν λογικὸν ψαλτήριον τότε ἀνοίγεται μάλιστα, ὅταν αἱ πράξεις ὦσι συμφώνως τοῖς λόγοις ἀποδιδόμεναι. Κἀκεῖνός ἐστι πνευματικὸν ψαλτήριον, ὁ ποιήσας καὶ διδάξας. Οὗτος ἐν ψαλμοῖς ἀνοίγει τὸ πρόβλημα, τὸ δυνατὸν τῶν διδαγμάτων ἐκ τοῦ καθ' ἑαυτὸν ὑποδείγματος προτιθείς. Ὡς οὖν μηδὲν ἀνάρμοστον, μηδὲ ἐκμελὲς ἑαυτῷ συνειδὼς κατὰ τὸν βίον, οὕτως ἐν πεποιθήσει ποιεῖται τοὺς λόγους τοὺς ἐφεξῆς· Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; Ἡ ἀνομία τῆς πτέρνης μου οὐ κυκλώσει με. Πονηρὰν ἡμέραν τὴν τῆς κρίσεως λέγει, περὶ ἧς εἴρηται· Ἡμέρα Κυρίου ἀνία τος ἐπὶ πάντα τὰ ἔθνη, ἐν ᾗ, φησὶν ὁ προφήτης, ὅτι κυκλώσει ἕκαστον τὰ διαβούλια αὐτοῦ. Τότε οὖν, διὰ τὸ μηδέν μοι πεπράχθαι ἄνομον ἐν τῇ ὁδῷ τῇ κατὰ τὸν βίον, οὐ φοβοῦμαι τὴν ἡμέραν τὴν πονηράν. Οὐ γὰρ περιστήσεταί μοι τὰ ἴχνη τῶν ἡμαρτημένων, οὐ δὲ κυκλώσει με, ἐν τῇ σιωπώσῃ κατηγορίᾳ τὸν ἔλεγχόν μοι ἐπάγοντα. Οὐδεὶς γάρ σου ἕτερος κατ ήγορος στήσεται ἢ αὐταὶ αἱ πράξεις μετὰ τῆς ἰδίας μορφῆς ἑκάστη παρισταμένη· ἡ μοιχεία, ἡ κλοπὴ, ἡ πορνεία, μετὰ τῆς νυκτὸς, μετὰ τοῦ τρόπου, μετὰ τῶν χαρακτηριζόντων αὐτὴν ἰδιωμάτων, καὶ ἁπαξ απλῶς, ἑκάστη ἁμαρτία μετὰ τοῦ ἰδίου χαρακτῆρος ἐναργῆ φέρουσα τὴν ὑπόμνησιν παραστήσεται. Ἐμὲ οὖν οὐ κυκλώσει τὰ ἴχνη τῶν ἡμαρτημένων· διότι ἔκλινον εἰς παραβολὴν τὸ οὖς μου, ἤνοιξα ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι. Πρὸς δύο πρόσωπα τῷ Προφήτῃ ὁ λόγος ἐστί· πρός τε γη γενεῖς καὶ πρὸς τοὺς πλουσίους. Τοῖς μὲν γὰρ διαλέ γεται, καθαιρῶν τὴν ἐπὶ τῇ δυνάμει αὐτῶν οἴησιν, τοῖς δὲ τὴν ἐπὶ τῇ περιουσίᾳ τῶν κτημάτων ἔπ αρσιν. Ὑμεῖς, φησὶν, οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν. Οὗτοι γὰρ οἱ γηγενεῖς, οἱ ἰσχύϊ σώματος ἐπ ελπίζοντες, καὶ οἰόμενοι αὐτάρκη εἶναι τὴν ἀνθρωπί νην φύσιν πρὸς τὸ δυνατῶς ἐπιτελεῖν ἃ βούλεται. Καὶ ὑμεῖς, φησὶν, οἱ πεποιθότες ἐπὶ πλούτου ἀδηλότητι, ἀκούσατε. Λύτρων ὑμῖν χρεία πρὸς τὸ εἰς τὴν ἐλευ θερίαν ἐξαιρεθῆναι, ἣν ἀφῃρέθητε νικηθέντες τῇ βίᾳ τοῦ διαβόλου, ὃς, ὑποχειρίους ὑμᾶς λαβὼν, οὐ πρότε ρον τῆς ἑαυτοῦ τυραννίδος ἀφίησι, πρὶν ἄν τινι λύ τρῳ ἀξιολόγῳ πεισθεὶς ἀνταλλάξασθαι ὑμᾶς ἕληται. ∆εῖ οὖν τὸ λύτρον μὴ ὁμογενὲς εἶναι τοῖς κατεχομέ νοις, ἀλλὰ πολλῷ διαφέρειν τῷ μέτρῳ, εἰ μέλλοι ἑκὼν ἀφήσειν τῆς δουλείας τοὺς αἰχμαλώτους. ∆ιόπερ ἀδελφὸς ὑμᾶς λυτρώσασθαι οὐ δύναται. Ἄνθρω πος γὰρ οὐδεὶς δυνατός ἐστι· πεῖσαι τὸν διάβολον πρὸς τὸ τὸν ἅπαξ αὐτῷ ὑποπεσόντα ἐξελέσθαι ἀπὸ τῆς ἐξουσίας· ὅς γε οὐδὲ περὶ τῶν ἰδίων ἁμαρτημά των οἷός τέ ἐστι ἐξίλασμα δοῦναι τῷ Θεῷ. Πῶς οὖν ἰσχύσει τοῦτο ὑπὲρ ἑτέρου πρᾶξαι; Τί δ' ἂν καὶ το σοῦτον κτήσαιτο ἐν τῷ αἰῶνι τούτῳ, ὡς αὔταρκες ἔχειν τῆς ψυχῆς ἀντάλλαγμα τῆς φύσει τιμίας, διότι κατ' εἰκόνα τοῦ κτίσαντος αὐτὴν ἐγένετο; Ποῖος δὲ κάματος τοῦ ἐνεστῶτος αἰῶνος αὔταρκες ἐφόδιον τοῦ μέλλοντος αἰῶνος τῇ ἀνθρωπίνῃ ψυχῇ; Τοσοῦτον μὲν οὖν ἁπλούστερον ταῦτα νενοήκαμεν. Κἂν τῶν μέγα τις δυναμένων ἐν τῷ βίῳ τούτῳ εἶναι δοκῇ, κἂν πλῆ θος κτήσεως περιβεβλημένος ᾖ, διδάσκει καθεῖναι τῆς οἰήσεως ὁ λόγος, καὶ ταπεινωθῆναι ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, καὶ μήτε ἐπὶ νομιζομένῃ δυνάμει πεποιθέναι, μήτε ἐπὶ τῷ πλήθει τοῦ πλούτου καυ χᾶσθαι. ∆υνατὸν μέντοι καὶ μικρόν τι προσαναβῆναι τῇ διανοίᾳ, καὶ τοὺς πεποιθότας ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχω μένους νοῆσαι ἐπὶ τῶν δυνάμεων τῆς ψυχῆς, ὡς οὐκ αὐτοτελοῦς οὔσης οὐδ' αὐτῆς πρὸς σωτηρίαν. Καὶ γὰρ ἐὰν τέλειός τις ᾖ ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ τοῦ Θεοῦ σοφίας ἀπούσης, εἰς οὐδὲν λογισθήσεται. Κἂν πλῆθος ᾖ περιπεποιημένος ἑαυτῷ θεωρημάτων ἐκ τῆς τοῦ κόσμου σοφίας, καὶ πλοῦτόν τινα γνώσεως συνειληχὼς, ἀκουέτω πᾶσαν τοῦ πράγματος τὴν ἀλήθειαν· ὅτι πᾶσα ἀνθρωπίνη ψυχὴ ὑπέκυψε τῷ πο νηρῷ τῆς δουλείας ζυγῷ τοῦ κοινοῦ πάντων ἐχθροῦ· καὶ τὴν παρὰ τοῦ κτίσαντος αὐτὴν ἐλευθερίαν ἀφαι ρεθεῖσα, αἰχμάλωτος ἤχθη διὰ τῆς ἁμαρτίας. Παντὶ δὲ αἰχμαλώτῳ λύτρων χρεία πρὸς τὴν ἐλευθερίαν. Οὔτε οὖν ἀδελφὸς τὸν ἑαυτοῦ ἀδελφὸν δύναται λυτρώ σασθαι, οὔτε αὐτὸς ἕκαστος ἑαυτόν· διότι πολλῷ βελ τίονα δεῖ εἶναι τὸν λυτρούμενον τοῦ κεκρατημένου καὶ δουλεύοντος ἤδη. Ἀλλὰ καὶ οὐδὲ ὅλως ἄνθρωπος ἐξουσίαν ἔχει πρὸς Θεὸν, ὡς καὶ ἐξιλᾶσθαι περὶ ἡμαρτηκότος, ἐπεὶ καὶ αὐτὸς ἁμαρτίας ὑπόδικος. Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Οὐ δώσει οὖν τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. Μήτε οὖν τὸν ἀδελφὸν ζήτει εἰς ἀπολύτρωσιν, ἀλλὰ τὸν ὑπερβαίνοντά σου τὴν φύσιν· μήτε ἄνθρωπον ψιλὸν, ἀλλ' ἄνθρωπον Θεὸν Ἰησοῦν Χριστὸν, ὃς καὶ μόνος δύναται δοῦναι ἐξίλασμα τῷ Θεῷ ὑπὲρ πάντων ἡμῶν, ὅτι αὐτὸν Προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι. Ἀδελφὸς ἦν τοῦ Ἰσραὴλ ὁ Μωϋσῆς· καὶ ὅμως λυτρώσασθαι αὐτὸν οὐκ ἠδυνήθη. Πῶς οὖν ὁ τυχὼν λυτρώσεται ἄνθρω πος; ∆ιὸ τὸ μὲν ἀποφαίνεται· Ἀδελφὸς οὐ λυτροῦ ται· τὸ δὲ ἐρωτηματικῶς μετὰ βαρύτητος ἐπιφέρει· Λυτρώσεται ἄνθρωπος; Οὐ γὰρ τῆς ἁμαρτίας ἠλευ θέρωσε τὸν λαὸν, ἀλλὰ τοῦ Θεοῦ τὴν ἐπὶ τῇ ἁμαρτίᾳ παρῃτήσατο κίνησιν. Οὗτος δὲ οὐδὲ δοῦναι ἠδυνήθη ἐξίλασμα ἑαυτοῦ, γενόμενος ἐν παραπτώματι· ὅτι μετὰ τοσαῦτα καὶ τηλικαῦτα τέρατα καὶ σημεῖα ἃ εἶδε, τὴν διστακτικὴν ἐκείνην ἀφῆκε φωνήν· Ἀκού σατέ μου, οἱ ἀπειθεῖς. Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; ∆ιόπερ καὶ ὁ Κύριος ἐπὶ τῷ ῥήματι τούτῳ εἶπε πρὸς Μωϋσῆν καὶ Ἀαρών· Ὅτι οὐκ ἐπιστεύσατε ἐν ἐμοὶ, τοῦ ἁγιάσαι με ἐναντίον υἱῶν Ἰσραὴλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς. Οὐ δώσει οὖν τῷ Θεῷ ἐξίλασμα ἑαυ τοῦ. Τί γὰρ δύναται ἄνθρωπος εὑρεῖν τηλικοῦτον, ἵνα δῷ ὑπὲρ λυτρώσεως τῆς ψυχῆς αὐτοῦ; Ἀλλ' εὑρέθη ἓν ὁμοῦ πάντων ἀνθρώπων ἀντάξιον, ὃ ἐδόθη εἰς τιμὴν λυτρώσεως τῆς ψυχῆς ἡμῶν, τὸ ἅγιον καὶ πο λυτίμητον αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃ ὑπὲρ ἡμῶν ἐξέχεε πάντων· διόπερ καὶ τιμῆς ἠγο ράσθημεν. Εἰ οὖν ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Εἰ δὲ ἄνθρωπος λυτρώσασθαι ἡμᾶς οὐ δύναται, ὁ λυτρωσάμενος ἡμᾶς οὐκ ἄνθρωπος. Μὴ οὖν, διὰ τὸ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐπι δεδημηκέναι ἡμῖν, ἄνθρωπον μόνον ὑπολάβῃς τὸν Κύριον ἡμῶν, τὴν τῆς θεότητος δύναμιν ἀγνοήσας· ὃς οὐ χρείαν ἔσχε δοῦναι τῷ Θεῷ ἐξίλασμα ἑαυ τοῦ, οὐδὲ τὴν ἰδίαν ἀπολυτρώσασθαι ψυχὴν, διότι Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ἐξωνήσασθαι μὲν οὖν ἑαυτὸν οὐδεὶς ἱκανὸς, ἐὰν μὴ ἔλθῃ ὁ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ ἐπιστρέφων, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, ὡς ἐν Ἡσαΐᾳ γέγραπται, ἀλλ' ἐν τῷ ἑαυτοῦ αἵματι. Οὗτος δὲ οὐχὶ ἀδελφοὺς ἡμᾶς ὄντας, ἀλλ' ἐχθροὺς ἡμᾶς γενομένους τοῖς παραπτώμασιν, οὔτε ἄνθρωπος ψιλὸς ὢν, ἀλλὰ Θεὸς, μετὰ τὴν ἐλευθερίαν ἣν χαρίζεται ἡμῖν, καὶ ἀδελφοὺς ἡμᾶς ἑαυτοῦ προσ αγορεύει. Ἀπαγγελῶ γὰρ, φησὶ, τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Ὁ οὖν λυτρωσάμενος ἡμᾶς, ἐὰν μὲν τὴν φύσιν αὐτοῦ σκοπῇς, οὔτε ἀδελφὸς, οὔτε ἄνθρωπος· ἐὰν δὲ τὴν ἐκ χάριτος αὐτοῦ πρὸς ἡμᾶς συγκατάβασιν, καὶ ἀδελφοὺς ἡμᾶς ὀνομάζει, καὶ πρὸς τὸν ἀνθρώπινον καταβαίνει, ὃς Οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, ἀλλὰ τοῦ κόσμου παντός. Οὐ γὰρ ἱλασμοῦ δεῖται, ἀλλ' αὐτός ἐστιν ἱλαστήριον. Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεὺς ὅσιος, ἄκα κος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτω λῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος· ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιε ρεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν προσφέ ρειν θυσίας, ἔπειτα τῶν τοῦ λαοῦ ἀγνοημάτων. Εἶτά φησι· Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα, καὶ ζήσε ται εἰς τέλος. Ἡ αὐτοζωὴ, ἡ δύναμις, ἡ ἀκάματος φύσις, ἐκοπίασεν ἐν τῷ αἰῶνι τούτῳ, ἡνίκα Κεκο πιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο ἐπὶ τῆς πηγῆς. Ὃς οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας (οὐ δώσει γὰρ τὸν ὅσιον αὐτοῦ ὁ Πατὴρ ἰδεῖν διαφθορὰν), ὅταν οἱ τὴν καταργουμένην σοφίαν αὐχοῦντες ἀποθνήσκωσιν. Εἰ δὲ βούλει καὶ ἐπὶ ἀνθρώπων δικαίων λαβεῖν τὰ εἰρημένα, μνήσθητι τοῦ Ἰὼβ λέγοντος· Ἄνθρωπος γεννᾶται κόπῳ· καὶ πάλιν τοῦ Ἀποστόλου, ὅτι Περισσότερον αὐτῶν πάντων ἐκοπίασα· καὶ τὸ, Ἐν κόποις περισσοτέ ρως. Ὁ οὖν κοπιάσας ἐν τῷ αἰῶνι τούτῳ, οὗτος ζήσεται εἰς τέλος· ὁ δὲ ἐν τρυφῇ καὶ πάσῃ ἐκλύσει διάγων, διὰ τὸ ἁβροδίαιτον πορφύραν καὶ βύσσον ἐνδυόμενος, καὶ εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς, καὶ φεύγων τοὺς ὑπὲρ τῆς ἀρετῆς καμάτους, οὔτε ἐκοπίασεν ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ζήσεται ἐν τῷ μέλλοντι, ἀλλὰ μακρὰν ὄψεται τὴν ζωὴν, βασανιζό μενος ἐν τῇ φλογὶ τῆς καμίνου. Ὁ δὲ μυρίοις τοῖς 29.444 ὑπὲρ τῆς ἀρετῆς ἀγῶσιν ἐνιδρώσας, καὶ ὑπὲρ τοῦ ἀναλαβεῖν αὐτὴν ἐν κόποις περισσοτέρως ἐξετασθεὶς, οὗτός ἐστιν ὁ ζήσειν μέλλων εἰς τέλος, ὡς ὁ πολλὰ κοπιάσας ἐν θλίψεσι Λάζαρος· ὡς ὁ κατάκοπος γενό μενος ἐν τοῖς πρὸς τὸν ἐναντίον ἀγῶσιν Ἰώβ· Ἐκεῖ, γὰρ, φησὶ, κατάκοποι ἀνεπαύσαντο. ∆ιὸ καὶ ὁ Κύ ριος καλεῖ πρὸς τὴν ἀνάπαυσιν τοὺς κοπιῶντας καὶ πεφορτισμένους. Πῶς οὖν οἱ κοπιῶντες ἐν ἔργοις ἀγαθοῖς πεφορτισμένοι λέγονται; Ὅτι Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴρον τες τὰ δράγματα αὐτῶν πεπληρωμένα καρπῶν, τῶν κατὰ τὴν ἀναλογίαν ἐσπαρμένων ἀποδοθέντων αὐ τοῖς. Πεφορτισμένοι οὖν λέγονται οἱ, διὰ τὸ σπεῖραι ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίζοντες, καὶ μετ' εὐφροσύνης αἰωνίου τὰ τῶν πνευματικῶν καρ πῶν ἑαυτοῖς ἐπαναθέμενοι δράγματα. Ὁ οὖν λυτρω θεὶς διὰ τοῦ δεδωκότος Θεοῦ ὑπὲρ αὐτοῦ ἐξίλασμα, οὗτος ἐκοπίασε μὲν εἰς τὸν αἰῶνα τοῦτον, μετὰ δὲ ταῦτα ζήσεται εἰς τέλος. Οὗτος καὶ Οὐκ ὄψεται κα ταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας. Ὁ τὴν στενὴν καὶ ἔγκοπον ὁδὸν πρὸ τῆς λείας καὶ ἀνει μένης ἐκλεξάμενος, ἐν τῷ καιρῷ τῆς ἐπισκοπῆς τοῦ Θεοῦ, ἀπαγομένων εἰς τὴν αἰωνίαν κόλασιν τῶν ἀπι στησάντων μὲν τοῖς λόγοις τοῦ Θεοῦ, πορευθέντων δὲ ὀπίσω τῶν θελημάτων τῆς καρδίας αὐτῶν τῆς μα ταίας, οὗτος τὴν αἰώνιον καταφθορὰν, τὴν εἰς τὸ διηνεκὲς κακοπάθειαν οὐκ ὄψεται. Σοφοὺς δὲ λέγει ἤτοι τοὺς δεινοὺς ἐν πανουργίᾳ, περὶ ὧν φησι Ἱερε μίας, ὅτι Σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι οὐ γινώσκουσιν· ἢ σοφοὺς λέγει καὶ τοὺς μαθητὰς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, οἵτινες, Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. ∆ιότι Ἡ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ. Καὶ διὰ τὸ εἶναι μωροποιὸν τὴν σοφίαν ταύτην, ἀπολέσειν φησὶν ὁ Θεὸς τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσειν. Αἱ οὖν πιθανότητες τῆς ψευδωνύμου γνώ σεως, θανάτου αἰτίαν τοῖς παραδεξαμένοις παρέχον ται· ὅντινα θάνατον οὐκ ὄψεται ὁ λυτρωθεὶς ὑπὸ τοῦ εὐδοκήσαντος ἐν τῇ μωρίᾳ τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται, καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐ τῶν. Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα. Σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. Ἄνω ἑνὶ ὀνόματι τῷ γενικῷ προσηγόρευσε σοφοὺς, οὓς νῦν ὑποδιαιρῶν, ἄφρονας καὶ ἄνους λέγει. ∆ῆλον ὅτι σοφοὺς μὲν αὐτοὺς εἶπεν, ἀπὸ τῆς οἰήσεως τῆς ἐκείνων συγχρησάμενος τῷ ὀνόματι. Ὡς καὶ θεοὺς ὀνομάζει τοὺς μὴ φύσει ὄντας, τῇ συνηθείᾳ τῶν ἠπατημένων ἑπόμενος, οὕτω καὶ σοφοὺς εἶπε τοὺς ἄφρονας καὶ ἀνοήτους. ∆υνατὸν οὖν τῇ ἐπινοίᾳ διελεῖν τὸν ἄφρονα ἀπὸ τοῦ ἀνοήτου. Ἄφρων μὲν γάρ ἐστιν ὁ ἐστερημένος φρονήσεως, καὶ ὁ πρὸς τὰ κοινὰ καὶ ἀνθρώπινα διορατικῶς μὴ ἔχων. Οὕτω καὶ ἡ συνήθεια φρονίμους καλεῖ τοὺς ἐν τοῖς κατὰ τὸν βίον πράγμασι τὸ ὠφέλιμον καὶ βλαβερὸν διακρίνον τας· καθὸ εἴρηται καὶ ἐν τῷ Εὐαγγελίῳ· Ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσιν. Οὐ γὰρ ἁπλῶς φρονιμώτεροι, ἀλλ' εἰς τὴν διεξαγωγὴν τῆς ζωῆς ταύτης τῆς ἐν τῇ σαρκί. Οὗτοι δὲ καὶ οἰκονόμοι ἀδικίας λέγονται, διὰ τὸ φρό νιμον τῆς περὶ τὸν ἑαυτῶν βίον οἰκονομίας. Κατὰ τοῦτο τὸ σημαινόμενον, φρόνιμοί εἰσιν καὶ οἱ ὄφεις, καταδύσεις ἑαυτοῖς εὐτρεπίζοντες, καὶ ἐν τοῖς κινδύ νοις παντὶ τρόπῳ τὰς ἐπὶ τὴν κεφαλὴν πληγὰς ἀπο φεύγοντες. Ἄνους δὲ λέγεται ὁ οὐκ ἔχων τὰ τοῦ ἀν θρώπου ἐξαίρετα. Ταῦτα δέ ἐστι Θεοῦ Πατρὸς κατα νόησις, καὶ ἡ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς τὸν Θεὸν Λόγου παραδοχή· καὶ ὁ παρὰ τοῦ ἁγίου Πνεύματος ἐγγινόμενος φωτισμός· ὅντινα νοῦν ἔχουσιν οἱ δυνά μενοι μετὰ Παύλου λέγειν· Ἡμεῖς δὲ νοῦν Χρι στοῦ ἔχομεν. Κέχρηται μέντοι καὶ ἐνηλλαγμέ νως τοῖς ῥήμασι τούτοις ἡ συνήθεια τῆς Γραφῆς, τὸν μὲν ἄθεον ἄφρονα λέγουσα ἐν τῷ, Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός· καὶ πάλιν τὸ περὶ τὴν ζωὴν βλαβερὸν ἀνόητον ὀνομάζουσα· ὡς ὁ Ἀπόστολος περὶ τῶν ἐμπιπτόντων εἰς ἐπιθυ μίας ἀνοήτους καὶ βλαβεράς. Οὕτω μέντοι ὁ ἄφρων καὶ ὁ ἄνους πρὸς ἓν κοινὸν τέλος τὴν ἀπώ λειαν καταφέρονται. ∆ύναται δέ τις εἰπεῖν ἄφρονα μὲν ὠνομάσθαι τὸν ἐθνικῶς ζῶντα, ἄνουν δὲ τὸν Ἰουδαϊκῶς κατὰ τὴν ψιλὴν τοῦ νόμου τήρησιν πολι τευόμενον. Τούτῳ γὰρ τῷ ἄφρονι εἶπεν ὁ Θεὸς διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ ἀθεότητα· Ἄφρον, ἐν ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀφαιροῦσιν ἀπὸ σοῦ. Ἄνους δὲ ὁ κατὰ σάρκα Ἰσραὴλ ὠνόμασται κατὰ τὸν προφήτην, ὅς φησι· Καὶ ἦν Ἐφραῒμ ὡς περιστερὰ ἄνους· Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύετο. Τούτων οὖν κοινῇ ὑπὸ τῆς ἰδίας ἀγνοίας συντριβομένων, ἡμεῖς οἱ ἀλ λότριοι αὐτῶν κληρονόμοι τοῦ πλούτου γινόμεθα. Ἡμῶν γὰρ αἱ ἐντολαὶ, ἡμέτεροι οἱ προφῆται, ἡμῶν οἱ πατριάρχαι· ἡμῶν οἱ ἀπ' αἰῶνος δίκαιοι. Ἡμῖν κατέλιπον τὸν πλοῦτον ἑαυτῶν οἱ ἐν τῇ ἀφροσύνῃ ἑαυτῶν ἀπολλύμενοι. Τούτων δὲ αἱ οἱ κίαι, τοῦ ἄφρονος καὶ τοῦ ἀνοήτου, τάφοι εἰσὶν εἰς τὸν αἰῶνα. Ὧν γὰρ ὁ βίος νεκρῶν ἔργων τῶν ἀπὸ πάσης ἁμαρτίας πεπλήρωται, τούτων τάφοι εἰσὶν αἱ οἰκίαι εἰς τὸν αἰῶνα. Ὁ γὰρ νεκρὸς γενό μενος τοῖς παραπτώμασιν οὐκ οἰκίαν οἰκεῖ, ἀλλὰ τάφον, τῆς ἑαυτοῦ ψυχῆς νενεκρωμένης. Οἰκίαν μὲν γὰρ οἰκεῖ ὁ ἄδολος τὸ ἦθος καὶ ἁπλοῦς Ἰακὼβ, περὶ οὗ γέγραπται, ὅτι ἦν Ἄνθρωπος ἄπλαστος καὶ ἀγαθὸς, οἰκῶν οἰκίαν· τάφον δὲ οἰκεῖ ὁ παμπό νηρος, μηδὲ θεμέλιον μετανοίας καταβαλλόμενος ἀπὸ νεκρῶν ἔργων, ἀλλὰ παροιμοιάζων τάφῳ κεκο νιαμένῳ· ὃς ἔξωθεν μὲν ἐμφανὴς ὢν, ἔσωθεν δὲ γέμων ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. ∆ιόπερ ὁ τοιοῦτος φθεγγόμενος οὐχὶ στόμα ἀνοίγει λόγῳ Θεοῦ, ἀλλὰ τάφον ἔχει ἀνεῳγμένον τὸν λάρυγγα αὐτοῦ. Εἴ τις οὖν εἰς Χριστὸν πιστεύων, μὴ ἀκολού θως τῇ πίστει τὰς πράξεις ἀποδίδωσιν, οὗτος διὰ τὸ μοχθηροῖς δόγμασι προσεσχηκέναι, καὶ διὰ τὸ παρ εκδέχεσθαι τὸ βούλημα τῆς Γραφῆς, λατομεῖ ἑαυτῷ ἐν τῇ πέτρᾳ μνημεῖον. Σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν· τουτέστιν, οἱ τάφοι οἰκίαι αὐτῶν εἰσιν εἰς τὸν αἰῶνα. Εἶτα ἑρμηνεύων τίνας βούλεται εἶναι τάφους, ἵνα δείξῃ, ὅτι περὶ τῶν σωμάτων λέγει, οἷς αἱ διὰ τὴν πονηρίαν ἐναπονεκρωθεῖσαι ψυχαὶ ἐνοικοῦσι, προσ έθηκεν αὐτοῖς· Σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεὰν, κατὰ τὴν συνήθειαν, σκηνωμάτων τῶν ἀν θρωπίνων σωμάτων ἀεὶ λεγομένων. Οὗτοι δὲ καὶ ἐπικαλοῦνται τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν. Οὐ γὰρ ἐγγράφεται ἀσεβοῦς ὄνομα ἐν βίβλῳ ζώντων, οὐδὲ ἀριθμεῖται μετὰ τῆς Ἐκκλησίας τῶν πρωτο τόκων τῶν ἀριθμουμένων ἐν οὐρανοῖς· ἀλλὰ τῇ γῇ αὐτῶν ἐναπομένει τὰ ὀνόματα, διότι τὴν παροδικὴν ταύτην ζωὴν καὶ ὀλιγοχρόνιον τῶν αἰωνίων σκηνῶν προετίμησαν. Οὐχ ὁρᾷς τοὺς οἰκοδομοῦντας ἐν ταῖς πόλεσιν ἀγορὰς καὶ γυμνάσια, τείχη ἀνιστῶντας, ὑδραγωγοὺς ἐπισκευάζοντας, πῶς τὰ ὀνόματα αὐτῶν τούτοις ἐπικέκληται τοῖς γηίνοις κατασκευάσμασιν; Ἤδη δέ τινες, καὶ ἀγέλαις ἵππων τὰς ἑαυτῶν προσ 29.449 ηγορίας ἐνσημηνάμενοι, ἐπὶ πολὺ συμπαραταθῆναι τῷ βίῳ τὴν μνήμην ἑαυτῶν ἐπενόησαν· καὶ ἐν τά φοις δὲ μεγαλουργίαν ἐπιδειξάμενοι, τοῖς μνήμασιν ἑαυτῶν ἐναφῆκαν τὰ ὀνόματα. Οὗτοί εἰσιν οἱ τὰ γήϊνα φρονοῦντες, καὶ τὴν ἐνταῦθα δόξαν, καὶ τὸ παρὰ τοῖς ἀνθρώποις μνημονεύεσθαι αὔταρκες ἑαυ τοῖς εἰς μακαριότητα λογιζόμενοι. Κἂν ἴδῃς δέ τινα τῶν ἐπὶ ψευδωνύμῳ γνώσει μέγα φρονούντων, καὶ προσνεμόντων ἑαυτοὺς μοχθηρῶν τινων δογμά των συγκαταθέσεσι, καὶ ἀντὶ τοῦ ὀνόματος τῶν Χριστιανῶν, ἀφ' ἑνός τινος τῶν αἱρεσιαρχησάντων ἑαυτοὺς ὀνομάζοντας, Μαρκίωνος, ἢ Οὐαλεντίνου, ἢ τῶν νῦν ἐπιπολαζόντων τινὸς, γίνωσκε, ὅτι καὶ οὗτοι ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν, φθαρτοῖς ἀνθρώποις καὶ τὸ ὅλον γηΐνοις ἑαυτοὺς προσνείμαντες. Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς· καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσι. Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων, τὸ τίμιον ἐν τῇ φυσικῇ κατασκευῇ ἔχων. Τί γὰρ τῶν ἐπὶ γῆς ἄλλο κατ' εἰκόνα τοῦ κτίσαντος γέγονε; Τίνι ἡ κατὰ πάντων ἀρχὴ καὶ ἐξουσία τῶν τε χερσαίων καὶ ἐνύδρων καὶ ἐναερίων ζώων κεχάρισται; Βραχὺ μὲν ὑποβέβηκε τὴν τῶν ἀγγέλων ἀξίαν διὰ τὴν πρὸς τὸ γεῶδες σῶμα συνάφειαν· τὸν μὲν οὖν ἄνθρωπον ἐποίησεν ἀπὸ τῆς γῆς, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· ἀλλ' ὅμως ἥ γε τοῦ νοεῖν καὶ συνιέναι τὸν ἑαυτῶν Κτίστην καὶ ∆η μιουργὸν δύναμις καὶ ἐν τοῖς ἀνθρώποις ὑπάρχει. Ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον· τουτέστι, μοῖράν τινα τῆς ἰδίας χάριτος ἐναπέθετο τῷ ἀν θρώπῳ, ἵνα τῷ ὁμοίῳ ἐπιγινώσκῃ τὸ ὅμοιον. Ἀλλ' ὅμως ἐν τιμῇ ὢν τηλικαύτῃ, ἐκ τοῦ δεδημιουργῆ σθαι κατ' εἰκόνα τοῦ κτίσαντος, ὑπὲρ οὐρανὸν, ὑπὲρ ἥλιον, ὑπὲρ τὰς τῶν ἀστέρων χορείας τετιμημένος (τίς γὰρ τῶν οὐρανῶν εἰκὼν εἴρηται τοῦ Θεοῦ τοῦ ὑψίστου; ποίαν δὲ ἥλιος εἰκόνα σώζει τοῦ κτί σαντος; τί ἡ σελήνη; τί οἱ λοιποὶ ἀστέρες; ἄψυχα μὲν καὶ ὑλικὰ, διαφανῆ δὲ μόνον τὰ σώματα κεκτη μένοι, ἐν οἷς οὐδαμοῦ διάνοια, οὐ προαιρετικαὶ κινήσεις, οὐκ αὐτεξουσιότητος ἐλευθερία· ἀλλὰ δοῦλά ἐστι τῆς ἐπικειμένης ἀνάγκης, καθ' ἣν ἀπαραλλά κτως ἀεὶ περὶ τὰ αὐτὰ ἀναστρέφεται)· ὑπὲρ οὖν ταῦτα ταῖς τιμαῖς προηγμένος ὁ ἄνθρωπος, οὐ συν ῆκεν, ἀλλὰ καταλιπὼν τὸ ἕπεσθαι Θεῷ, καὶ ὁμοιοῦ σθαι τῷ κτίσαντι, δοῦλος γενόμενος τῶν παθῶν τῆς σαρκὸς, Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς· νῦν μὲν ὡς ἵππος θη λυμανὴς χρεμετίζων ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ· νῦν δὲ ὡς λύκος ἅρπαξ ἐφεδρεύων τοῖς ἀλλοτρίοις· ἄλλοτε δὲ διὰ τοῦ πρὸς τὸν ἀδελφὸν δόλου τῇ πανουργίᾳ τῆς ἀλώπεκος εἰκαζόμενος. Ὑπερβολὴ δὲ τῆς ἀνοίας καὶ τῆς κτηνώδους ἀλογίας τῷ ὄντι μήτε τῆς ἐξ ἀρχῆς ἑαυτοῦ κατασκευῆς ἐπαι σθάνεσθαι, δημιουργηθέντα κατ' εἰκόνα τοῦ κτίσαν τος, μήτε τὰς τηλικαύτας ὑπὲρ αὐτοῦ γενομένας οἰκονομίας νοεῖν βούλεσθαι, καὶ ἀπ' ἐκείνων γοῦν ἑαυτοῦ γνωρίζειν τὸ τίμιον· ἀλλ' ἀμνημονεῖν, ὅτι ἀποβαλὼν τὴν εἰκόνα τοῦ ἐπουρανίου, ἀνέλαβε τὴν εἰκόνα τοῦ χοϊκοῦ. Καὶ ἵνα μὴ ἐναπομείνῃ τῇ ἁμαρτίᾳ, δι' αὐτὸν Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐπὶ τοσοῦτον ἑαυτὸν ἐτα πείνωσεν, ὥστε γενέσθαι Ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Εἰ μὴ τῆς πρώτης σεαυτοῦ γενέσεως μέμνησαι, ἐκ τῆς καταβληθείσης ὑπὲρ σοῦ τιμῆς λάβε τοῦ ἀξιώματος ἔννοιαν· ἀπόβλεψόν σου πρὸς τὸ ἀντάλλαγμα, καὶ γνῶθι σεαυτοῦ τὴν ἀξίαν. Τῷ πολυτιμήτῳ αἵματι τοῦ Χριστοῦ ἠγοράσθης· μὴ γίνου δοῦλος τῆς ἁμαρτίας. Σύνες σεαυτοῦ τῆς τιμῆς, ἵνα μὴ παρεικασθῇς τοῖς ἀνοήτοις κτή νεσιν. Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς. Ὁ οἰκονομῶν τὰ ἡμέτερα Θεὸς ἐμποδίζει ἡμῖν διὰ τῆς κακίας βαδίζουσιν, προσκόμματα ἡμῖν καὶ κωλύ ματα τιθεὶς, ἵνα, ἀποστάντες τῆς κατὰ ἀλογίαν ζωῆς, μετὰ ταῦτα ἐν τῷ στόματι ἡμῶν εὐδοκήσω μεν, καρδίᾳ μὲν πιστευσάντων εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογησάντων εἰς σωτηρίαν. Ἐδίωκε Παῦλος, ἐπόρθει τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ἐνῆκεν αὐτοῦ τὸν δρόμον τὸν ἐπὶ τὴν πονηρίαν· μετὰ ταῦτα ἐν τῷ στόματι αὐτοῦ εὐδόκησε, καταγ γέλλων ἐν ταῖς συναγωγαῖς, Ὅτι οὗτός ἐστιν ὁ Χριστός. Ὡς πρόβατα ἐν ᾅδῃ ἔθετο, θάνατος ποιμανεῖ αὐτούς. Τοὺς δὲ κτηνώδεις καὶ παρασυμ βληθέντας τοῖς κτήνεσι τοῖς ἀνοήτοις, ὡς πρόβατα οὔτε σύνεσιν ἔχοντα, οὔτε τὴν πρὸς τὸ ἀμύνασθαι δύναμιν, ὁ διαρπάζων εἰς τὴν αἰχμαλωσίαν, ἐχθρὸς ὢν, ἤδη κατέβαλεν εἰς τὸ ἴδιον αὐτοῦ ὀχύρωμα, καὶ παρέδωκε τῷ θανάτῳ ποιμαίνειν. Ἐποί μαινε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι τῆς κατὰ Μωϋσέα πολιτείας, ἕως οὗ ἦλθεν ὁ ἀληθινὸς ποιμὴν, ὁ θεὶς τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων, καὶ οὕτως ἑαυτῷ συναναστήσας καὶ ἐξαγαγὼν ἐκ τῆς φυλακῆς τοῦ ᾅδου εἰς τὴν τῆς ἀναστάσεως πρωΐαν, παρέδωκε τοῖς εὐθέσι, τουτέστι, τοῖς ἁγίοις αὐτοῦ ἀγγέλοις, εἰς τὸ ποιμαίνειν αὐτούς. Καὶ κατακυριεύ σουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ. Ἑκάστῳ γὰρ τῶν πιστῶν ἐστιν ἄγγελος παρεζευγμένος, ἄξιος τοῦ βλέπειν τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Οὗτοι οὖν οἱ εὐθεῖς κατακυριεύσουσιν αὐτῶν ἐκ τῆς πικρο τάτης δουλείας ἐλευθερωθέντων, καὶ κατακυριεύ σουσι τῶν γενομένων ἐν τῇ πρωΐᾳ, τουτέστι, τῶν ὑπελθόντων τὴν ἀνατολὴν τοῦ φωτός. Θέασαι πάντα τὸν εἱρμὸν τῶν γραφικῶν ῥημάτων. Ἄνθρω πος, ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις. Ὁ διὰ μὲν τὴν κατασκευὴν ἔχων τὸ τίμιον, διὰ δὲ τὴν ἐνοικοῦσαν ἐν αὐτῷ ἁμαρ τίαν οὐκ αἰσθανόμενος ἑαυτοῦ, οὗτος παρασυνεβλήθη τοῖς κτήνεσιν. Εἶτα διὰ τὸ ἀλλοτριῶσαι ἑαυτὸν τοῦ Θεοῦ λόγου, γενόμενον ἄλογον, ὡς πρόβατον ἀποίμαντον ὁ ἐχθρὸς διαρπάσας ἐν τῷ ᾅδῃ ἔθετο, καὶ παρέδωκε τῷ θανάτῳ ποιμαίνειν. ∆ιὰ τοῦτο ὁ ἐκεῖθεν ῥυσθεὶς, καὶ τοῦ πονηροῦ ποιμένος ἀπαλλαγεὶς, λέ γει τὸ, Κύριος ποιμαίνει με. Καὶ οὐκέτι θάνατος, ἀλλὰ ζωή· οὐκέτι πτῶσις, ἀλλ' ἀνάστασις· οὐκέτι τὸ ψεῦδος, ἀλλ' ἡ ἀλήθεια. Καὶ ἡ βοήθεια αὐτῶν πα λαιωθήσεται ἐν τῷ ᾅδῃ. Ἤτοι περὶ τοῦ θανάτου λέγει, τοῦ μὴ δυνηθέντος μετὰ πάσης αὐτοῦ τῆς βοηθείας ἀντισχέσθαι τῶν ὑπ' αὐτοῦ ποιμαινομένων διὰ τὸν καταλύοντα τὸν τὸ κράτος ἔχοντα τοῦ θανά του· ὧν πᾶσα ἡ βοήθεια παλαιὰ καὶ ἀσθενής. Καὶ τότε ἐξελεγχθήσεται ἡ βοήθεια τῶν ἀνθρώπων τῶν ἠπατημένων τῇ διανοίᾳ, τῷ πλούτῳ, καὶ δόξῃ, καὶ δυναστείᾳ μέγα φρονούντων. Ἐν τῷ ᾅδῃ πα λαιωθήσεται, ἐλεγχομένης αὐτῶν τῆς ἀσθενείας. Ἢ μήποτε ἡ βοήθεια τῶν δικαίων τῶν λυτρωθέντων παρὰ Κυρίου παραταθήσεται ἐν τῷ ᾅδῃ. Οὔπω γὰρ ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν οἱ προειληφότες. Πλὴν ὁ Θεὸς λυτρώσε ται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμ βάνῃ με. Σαφῶς προφητεύει τὴν τοῦ Κυρίου κάθοδον εἰς ᾅδου, ὃς μετὰ τῶν ἄλλων καὶ αὐτοῦ λυ τρώσεται τοῦ Προφήτου τὴν ψυχὴν, ὡς μὴ ἐναπομεῖναι ἐκεῖ. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ. Μὴ φο βοῦ, φησὶν, ὅταν πλουτήσῃ ἄνθρωπος. Ἀναγ καῖον καὶ τοῦτο τὸ κήρυγμα τοῖς τὴν οἰκουμένην κατ οικοῦσι, τοῖς τε γηγενέσι καὶ τοῖς υἱοῖς τῶν ἀνθρώ πων, πλουσίοις τε ὁμοῦ καὶ πένησι. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Ὅταν ἴδῃς, φησὶν, ἄδι κον μὲν πλουτοῦντα, δίκαιον δὲ πενόμενον, μὴ φοβη θῇς κατὰ σεαυτόν· μὴ πτοηθῇς τῇ διανοίᾳ, ὡς ἄρα οὐδαμοῦ ἔστι πρόνοια Θεοῦ ἐπισκοποῦσα τὰ ἀνθρώ πινα· ἤ ἐστι μέν που τάχα ἡ θεία ἐπισκοπὴ, οὐ μὴν καὶ πρὸς τὸν περίγειον τόπον φθάνει, ὥστε καὶ τὰ ἡμέτερα ἐφορᾷν. Εἰ γὰρ πρόνοια ἦν, ἑκάστῳ μερί ζουσα τὰ οἰκεῖα, ὥστε πλουτεῖν μὲν τοὺς δικαίους, τοὺς ἐπισταμένους τῷ πλούτῳ χρήσασθαι, πένεσθαι δὲ τοὺς πονηροὺς τοὺς ἔχοντας ὄργανον τῆς οἰ κείας πονηρίας τὸν πλοῦτον. Ἐπεὶ οὖν πολλοί εἰσιν ἐν τοῖς ἔθνεσι καὶ τοῖς γηγενέσιν οἱ τὰ τοιαῦτα φρο νοῦντες, καὶ διὰ τὴν φαινομένην ἀνωμαλίαν τοῦ ἐπι μερισμοῦ τῶν βιωτικῶν πραγμάτων ἀπρονόητον εἶ ναι τὸν κόσμον ὑπολαμβάνοντες· τούτοις διαλέγεται ὁ λόγος, καταστέλλων αὐτῶν τὴν ἀπαίδευτον κίνησιν· οὓς καὶ ἐν προοιμίοις ἐπὶ τὴν ἀκρόασιν τῶν διδαγμά των ἐκάλει. Ἤ που καὶ πρὸς μόνον ἰδίως τὸ πρόσ ωπον τοῦ πένητος ἀποτείνεται λέγων· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Οὗτοι γὰρ καὶ μάλιστα παρα μυθίας δέονται πρὸς τὸ μὴ ὑποπτήσσειν τοὺς ὑπερ έχοντας. Οὐδὲν γὰρ, φησὶν, ὄφελος τῷ πλουσίῳ ἀπο θνήσκοντι, μὴ δυναμένῳ λαβεῖν τὸν πλοῦτον σὺν ἑαυτῷ· ὅς γε τοσοῦτον ἀπὸ τῆς ἀπολαύσεως ἐκέρ δαινε μόνον, ὅσον τὴν ψυχὴν αὐτοῦ ἐν τῇ ζωῇ ταύτῃ παρὰ τῶν κολάκων μακαρισθῆναι. Ἐν δὲ τῷ ἀποθνήσκειν, οὐ λήψεται, φησὶ, πᾶσαν ταύτην τὴν περιβολήν· μόλις ἔνδυμα λήψεται καλῦπτον αὐ τοῦ τὰ ἀσχήμονα· καὶ τοῦτο, ἐὰν δόξῃ τῶν οἰκετῶν τοῖς περιστέλλουσιν. Ἀγαπητὸν αὐτῷ γῆς ὀλίγης λαχεῖν· καὶ ταύτης δι' οἶκτον διδομένης αὐτῷ παρὰ τῶν κηδευόντων, οἵτινες αὐτῷ παρέχονται ταῦτα αἰ δοῖ τῆς κοινῆς καὶ ἀνθρωπίνης φύσεως, οὐκ αὐτῷ χαριζόμενοι, ἀλλὰ τιμῶντες τὴν ἀνθρωπότητα. Μὴ μικροψύχει οὖν περὶ τὰ παρόντα, ἀλλὰ ἀνάμενε τὴν μακαρίαν ἐκείνην ζωὴν καὶ ἀπέραντον. Ὄψει γὰρ τότε, ὅτι πρὸς καλοῦ γίνεται τῷ δικαίῳ ἡ πενία, καὶ ἡ ἀδοξία, καὶ ἡ στέρησις τῆς τρυφῆς. Καὶ μὴ ταραχθῇς νῦν ἐπὶ τοῖς νομιζομένοις ἀγαθοῖς, ὡς ἀδί κως μεριζομένοις. Ἀκούσῃ γὰρ πῶς τῷ μὲν πλου σίῳ λεχθήσεται· Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου· τῷ δὲ πένητι, ὅτι ἀπέχει τὰ κακὰ ἐν τῇ ζωῇ αὐτοῦ. ∆ιόπερ ἀκολούθως ὁ μὲν παρακαλεῖται. ὁ δὲ ὀδυνᾶται. Ἐξομολογήσεταί σοι, ὅταν ἀγαθύ νῃς αὐτῷ. Περὶ τοῦ χοϊκοῦ ἀνθρώπου καὶ ἀγαθὰ νομίζοντος εἶναι μόνα τὰ τοῦ βίου τούτου προτερή ματα, πλοῦτον, καὶ ὑγίειαν, καὶ δυναστείαν, περὶ τούτου φησὶν, ὅτι ἐξομολογήσεται τῷ Θεῷ, ὅταν ἀγα θύνηται· ἐν δὲ τοῖς περιστατικοῖς πᾶσαν ἀφίησι δυσφημίαν. Καταλιπὼν γὰρ τὸν πένητα, πρὸς τὸν Θεὸν ἤδη ποιεῖται τὸν λόγον· ἐν κατηγορίᾳ τῇ τοῦ πλούτου παραλαμβάνων καὶ τὸ ἐν τῇ εὐθηνίᾳ μόνῃ εὐχαριστεῖν τῷ Θεῷ, σκυθρωποτέρων δέ τινων περιστάντων, μηκέτι τὸν αὐτὸν διαμένειν. Τοιοῦτον γάρ ἐστι καὶ τὸ τοῦ διαβόλου εἰς κατηγορίαν προσφε ρόμενον τῷ Ἰὼβ, ὅτι οὐ δωρεὰν σέβεται Ἰὼβ τὸν Κύριον, ἀλλὰ μισθὸν ἔχει τῆς εὐσεβείας τὸν πλοῦ τον, καὶ τὰ λοιπά. ∆ιὸ καὶ εἰς ἀπόδειξιν τῆς τοῦ ἀν δρὸς ἀρετῆς ἐγύμνωσεν αὐτὸν ὁ Θεὸς ὧν εἶχεν, ἵνα διὰ πάντων διαφανῇ τὸ πρὸς Θεὸν εὐχάριστον τοῦ ἀνθρώπου. Εἰσελεύσῃ ἕως γενεᾶς πατέρων αὐτοῦ. Οἶμαι λέγειν περὶ τοῦ ἁμαρτωλοῦ, ὅτι τοσοῦτον ἐπι γινώσκει Θεὸν, ὅσον ἡ τῶν πατέρων αὐτοῦ συν ήθεια παραδέδωκε· τῇ δὲ οἰκείᾳ τοῦ φρονεῖν δυνάμει οὐδὲν πλέον προσκτᾶται, οὐδὲ προστίθησιν ἑαυτῷ εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Τοσοῦτον οὖν, φησὶ, παραγίνῃ σὺ, ὁ Θεὸς, καὶ τοσαύτη ἐστὶν ἐν αὐτῷ ἡ περὶ σοῦ ἔννοια, ὅση ἐν τῇ γενεᾷ τῶν πατέρων αὐτοῦ ὑπῆρχε. Καὶ ἐνταῦθα τὸ ἀργὸν πολὺ τῆς διανοίας καὶ ὅλον γήϊνον καὶ φιλόσαρκον τοῦ ἐν πλούτῳ καὶ τρυφῇ κυλιομένου παρίστησι, καὶ τοῦ ὑπὲρ τῶν βιω τικῶν μεριμνῶν καταπεπνιγμένον τὸν νοῦν ἔχοντος. ∆ιὰ τοῦτο ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Οἱ γὰρ τυ φλοῖς διδασκάλοις τὴν ὁδηγίαν ἑαυτῶν ἐπιτρέψαντες ἐστέρησαν ἑαυτοὺς τῆς τοῦ φωτὸς ἀπολαύσεως. Ἔχει δὲ καί τινα τοιοῦτον νοῦν τὸ, Εἰσελεύσῃ ἕως γενεᾶς πατέρων αὐτοῦ. Τουτέστι, τοὺς ἐν πο νηρῷ βίῳ καὶ δόγμασι πατρίοις μὲν, ἀλλοτρίως δὲ ἔχουσι πρὸς τὴν εὐσέβειαν, καταληφθέντας, οὐκ αὐτοὺς ἐκδικεῖς μόνον, ἀλλὰ καὶ τοὺς ἀρχηγοὺς τῶν μοχθηρῶν διδαγμάτων ἐπιζητεῖς. Καὶ τοῦτό ἐστι τὸ λεγόμενον· Εἰσελεύσῃ ἕως γενεᾶς πατέρων αὐτοῦ. Οὐ γὰρ μόνον ὁ πονηρὰς ἔχων
περὶ Θεοῦ ἐν νοίας ὑπαίτιος, ἀλλὰ καὶ ὁ τούτων πρὸς τὴν ἀπώλειαν ταύτην καθηγησάμενος. Τοιοῦτοι δὲ οἱ καὶ τὴν προ γόνων κακίαν διαδεξάμενοι, καὶ δυσέκνιπτον ἔχοντες, διὰ τὸ χρονίῳ ἔθει βεβαιωθῆναι. Ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Πέμπονται γὰρ Εἰς τὸ σκότος τὸ ἐξώ τερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ τοῦτο κατὰ τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ ὑπομένουσιν, ἐπειδὴ ἐν τῷ βίῳ τούτῳ, διὰ τοῦ τὰ φαῦλα πράσσειν, ἐμίσουν τὸ φῶς. Ἄνθρω πος, ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Σχε τλιαστικὴ ἡ φωνή. Ἄνθρωπος, ὁ βραχύ τι παρ' ἀγγέλους ἐλαττωθεὶς, περὶ οὗ καὶ ὁ Σολομών φησι· Μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων· οὗτος διὰ τὸ μὴ αἰσθανθῆναι τοῦ οἰκείου ἀξιώματος, ἀλλ' ὑποκῦψαι τοῖς πάθεσι τῆς σαρκὸς, Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.
Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου