Τετάρτη 11 Δεκεμβρίου 2013

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΛΓʹ ΨΑΛΜΟΝ



Homiliae super Psalmos

Τῷ ∆αβὶδ, ὁπότε  ἠλλοίωσε  τὸ  πρόσωπον  αὐτοῦ  ἐναντίον  Ἀβιμέλεχ,  καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν.  Ἐπὶ δύο ὑποθέσεις ἕλκει ἡ ἔννοια τοῦ ψαλμοῦ. Τά τε ἐν τῇ Νομβᾷ τῇ πόλει τῶν ἱερέων γενόμενα παρὰ τοῦ ∆αβὶδ δοκεῖ οἰκείως ἔχειν τῇ ἐπιγραφῇ, τά τε ἐν τῇ Γὲθ παρὰ τῷ Ἀγχοὺς τῷ βασιλεῖ τῶν ἀλλο φύλων. Ἠλλοίωσε μὲν γὰρ αὐτοῦ τὸ πρόσωπον καὶ ὅτε τῷ Ἀβιμέλεχ διελέγετο τῷ ἱερεῖ, κρύπτων μὲν τὴν φυγὴν, σπουδάζειν δὲ δὴ προστάγματι ὑπουργεῖν βασιλικῷ προσποιούμενος, ὅτε καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε, καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθ. Ἠλλοίωσε δὲ αὐτοῦ τὸ πρόσωπον καὶ ὅτε ἐν μέσοις τοῖς πολεμίοις  ἀποληφθεὶς,  ἐπειδὴ ᾔσθετο αὐτῶν  διαλεγομένων  πρὸς ἀλλήλους,  καὶ παρασκευαζο μένων  εἰς ἄμυναν. Εἶπον γὰρ, φησὶν, οἱ παῖδες Ἀγχοὺς πρὸς ἑαυτούς· Οὐχ οὗτος ∆αβὶδ ὁ βασι λεὺς τῆς γῆς; Οὐχὶ τούτῳ  ἐξῆρχον  ἐν χορῷ λέ γουσαι, Ἐπάταξε ∆αβὶδ ἐν μυριάσιν αὐτοῦ, καὶ Σαοὺλ ἐν χιλιάσιν  αὐτοῦ;
Καὶ ἐφοβήθη, φησὶ, ∆αβὶδ ἀπὸ προσώπου Ἀγχοὺς, καὶ ἠλλοίωσε  τὸ πρόσωπον αὐτοῦ κατ' ὀφθαλμοὺς  αὐτῶν.  Πῶς οὖν ἡ μὲν ἐπιγραφὴ Ἀβιμέλεχ  ὀνομάζει,  ἡ  δ'  ἱστορία  Ἀγχοὺς  παραδίδωσι  τὸν  βασιλέα  Γετθαίων; Τοιοῦτον λόγον τινὰ φθάσαντα ἐκ παραδόσεως εἰς ἡμᾶς ἔχομεν, ὅτι οἱ βασιλεῖς τῶν ἀλλοφύλων  κοινὸν μὲν εἶχον  ὄνομα   τὸ   Ἀβιμέλεχ,   ἴδιον   δὲ   ἕκαστος   ὃ προσηγορεύετο. Ὡς καὶ ἐπὶ τῆς Ῥωμαϊκῆς ἔστι βασιλείας ἰδεῖν, Καίσαρας λεγομένους κοινῶς καὶ Αὐ γούστους, ἄλλα δὲ τὰ κύρια ἑαυτῶν κεκτημένους ὀνόματα. Τοιοῦτον καὶ παρ' Αἰγυπτίοις ἐστὶ τὸ Φαραώ. Φαίνεται γὰρ Φαραὼ λεγόμενος καὶ ὁ ἐπὶ Ἰωσήφ· Φαραὼ καὶ  ὁ ἐπὶ  Μωϋσέως μετὰ  τέσσαρας γε  νεὰς  ἐγερθεὶς  βασιλεὺς Αἰγύπτου· Φαραὼ καὶ ὁ κατὰ  τοὺς  χρόνους  Σολομῶντος·  Ἔλαβε γὰρ, φησὶ, τὴν θυγατέρα  Φαραώ· καὶ  ὁ  κατὰ  τοὺς  χρόνους  τῆς  προφητείας  Ἱερεμίου  Φαραὼ προσηγορεύετο. Οὕτω δὲ καὶ Ἀβιμέλεχ κατὰ τοὺς χρόνους ἦν Ἀβραὰμ,καὶ κατὰ τοὺς χρόνους Ἰσαάκ· καὶ ὁ νῦν λεγόμενος ἐπὶ τῶν καιρῶν ∆αβίδ. Ἐπὶ μὲν γὰρ Ἀβραὰμ εἴρηται, ὅτι Καὶ εἶπεν  Ἀβιμέλεχ, καὶ Ὁχοζὰθ ὁ νυμφαγωγὸς  αὐτοῦ, καὶ Φιλὸχ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς Ἀβραὰμ, λέγων. Καὶ πάλιν περὶ τοῦ Ἰσαάκ· Ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ. Παρακύψας δὲ Ἀβιμέλεχ ὁ βασιλεὺς Φυλιστεὶμ διὰ τῆς θυρίδος, εἶδε παίζοντα τὸν Ἰσαὰκ μετὰ Ῥεβέκκας. Οὕτως οὖν καὶ νῦν κατὰ τοὺς χρό νους  ∆αβὶδ Ἀβιμέλεχ  εἴρηται  ἐν  τῇ  ἐπιγραφῇ,  τὸ  κοινὸν  τῆς  βασιλείας  ὄνομα. Ἀγχοὺς  δὲ  παραδέδοται  ὑπὸ  τῆς  ἱστορίας,  ὅπερ  ἰδίως   ἦν  αὐτῷ   ἐκ  γενετῆς ἐπικείμενον. Ἐπὶ τούτου τοίνυν ἠλλοίωσεν ἑαυτοῦ τὸ πρόσωπον, παραφερόμενος ἐν ταῖς χερσὶ τῶν οἰκε τῶν, καὶ ψοφῶν  παρὰ τὰς πύλας τῆς πόλεως, καὶ καταῤῥέων,
φησὶ, τὰ σίελα αὐτοῦ ἐπὶ τὸν πώ γωνα· ὥστε εἰπεῖν τὸν Ἀγχοὺς τοῖς παισί· Τί εἰσ εφέρετε  αὐτὸν  πρὸς  μέ; Μὴ ἐπιδέομαι  ἐπιλήπτων   ἐγὼ,  ὅτι  εἰσηνέγκατε  αὐτὸν ἐπιληπτεύεσθαι  ἐπ'  ἐμέ;  Καὶ οὕτως  ἀπολυθεὶς  ἐκεῖθεν,  διεσώθη,  φησὶν,  εἰς  τὸ σπήλαιον Ὀδολλάμ. Ὡς οὖν ἐκ μεγάλου κινδύνου διεκφυγὼν, ταύτην ἀναπέμπει τὴν εὐχαριστίαν τῷ ῥυσαμένῳ αὐτὸν Θεῷ. Εὐλογήσω, φησὶ, τὸν Κύριον ἐν παντὶ καιρῷ. ∆ιεκφυγὼν ἐκ τοῦ θανάτου, οἷον ὅρους ἑαυτῷ τίθεται τῆς ζωῆς, τυπῶν ἑαυτοῦ τὴν ψυχὴν πρὸς τὸ τῆς πολιτείας ἀκριβές· ὡς μη δένα καιρὸν διαλιμπάνειν  τῆς εὐλογίας, ἀλλὰ καὶ μεγά λων καὶ μικροτέρων πραγμάτων ἐπὶ τὸν Θεὸν ἀναφέρειν τὴν ἀρχήν. Οὐχὶ ἡγήσομαι, φησὶ, κατὰ τὴν ἐμαυτοῦ ἐπιμέλειαν γίνεσθαι, οὐδὲ ἐκ τῆς αὐτομάτου συντυχίας  συμβαίνειν, ἀλλ' Ἐν παντὶ  καιρῷ εὐλογήσω  τὸν  Κύ ριον, οὐκ ἐν ταῖς εὐημερίαις μόνον τοῦ βίου, ἀλλὰ καὶ ἐν τοῖς περιστατικοῖς καιροῖς. Ἐντεῦθεν μαθητευθεὶς  ὁ Ἀπόστολος, Πάντοτε, φησὶ, χαίρετε, ἀδιαλεί πτως  προσεύχεσθε, ἐν παντὶ  εὐχαριστεῖτε. Ὁρᾷς ἡλίκη  τοῦ ἀνδρὸς ἡ ἀγάπη; Οὐκ ἀπεδυσπέτει πρὸς τὴν συνέχειαν  τῶν  κακῶν,  ὅτε  οὐ  μόνον  πατρίδος  ἀπελήλατο,  καὶ  συγγενείας,  καὶ οἰκείων,  καὶ κτημά  των,  ἀλλὰ  καὶ τοῖς  πολεμίοις  παραδοθεὶς  ὑπὸ τῆς  ἀνάγκης, μικροῦ διασπᾶσθαι παρ' αὐτῶν  ἔμελλεν.  Οὐκ εἶπε· Μέχρι τίνος  ἡ συνέχεια  τῶν κακῶν; οὐκ ἀπεδυσπέτησε πρὸς τὴν παράτασιν τῆς θλίψεως,  εἰ 29.353 δὼς, Ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα. Τῷ ὄντι γὰρ τοῖς καλῶς παρεσκευασμένοις αἱ θλίψεις οἱονεὶ τροφαί τινές εἰσιν ἀθλητικαὶ καὶ γυμνάσια, ἐπὶ τὴν  πατρῴαν  δόξαν τὸν  ἀγωνιστὴν  προβιβάζουσαι· ὅταν λοιδορούμενοι εὐλογῶμεν, βλασφημούμενοι παρακα λῶμεν, καταπονούμενοι εὐχαριστῶμεν, θλιβόμενοι ἐπὶ τῇ θλίψει καυχώμεθα. Αἰσχρὸν γὰρ εὐλογεῖν μὲν ἡμᾶς ἐπὶ τοῖς χρηστοτέροις, σιωπᾷν δὲ ἐπὶ τοῖς σκυ θρωποτέροις καὶ ἐπιπόνοις πράγμασιν. Ἀλλὰ  τότε  καὶ  πλέον  εὐχαριστεῖν  δεῖ,  εἰδότας,  ὅτι  Ὃν ἀγαπᾷ  Κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν πα ραδέχεται. ∆ιαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. ∆οκεῖ ἀδύνατόν  τι ἐπαγγέλλεσθαι ὁ προφήτης. Πῶς γὰρ διαπαντὸς ἡ αἴνεσις τοῦ Θεοῦ ἐν τῷ στόματι ἀνθρώπου εἶναι δύναται; Ὅτε δια λέγεται τὰς συνήθεις καὶ βιωτικὰς  ὁμιλίας,  οὐκ  ἔχει  τὸν  αἶνον  τοῦ  Θεοῦ ἐν  τῷ  στόματι. Ὅτε καθεύδει, σιωπήσεται πάντως. Ἐσθίοντος δὲ καὶ πίνοντος πῶς ἐνεργήσει τὸ στόμα τὴν αἴνεσιν; Πρὸς δὴ τοῦτο λέ γομεν, ὅτι ἔστι μέν τι καὶ νοητὸν στόμα τοῦ ἔνδον ἀνθρώπου, ᾧ τρέφεται  μεταλαμβάνων  τοῦ  λόγου  τῆς  ζωῆς,  ὅς  ἐστιν  ἄρτος  ἐκ  τοῦ  οὐρανοῦ καταβάς. Περὶ ἐκείνου  τοῦ  στόματος καὶ  ὁ Προφήτης φησὶν  ὅτι· Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα. Ἐκεῖνο καὶ ὁ Κύριος προκαλεῖται ἡμᾶς εὐρύχωρον ἔχειν εἰς ὑποδοχὴν  ἀφθονωτέραν  τῶν  τροφῶν  τῆς  ἀληθείας.  Πλάτυνον  γὰρ, φησὶ, τὸ στόμα σου, καὶ  πληρώσω  αὐτό.  ∆ύναται  οὖν  ἡ  ἐντετυπωμένη   ἅπαξ  καὶ  οἱονεὶ ἐσφραγισμένη τῷ ἡγεμονικῷ τῆς ψυχῆς περὶ Θεοῦ ἔννοια αἴνεσις ὀνομάζεσθαι Θεοῦ, διαπαντὸς ἐνυπάρχουσα τῇ ψυχῇ. ∆ύναται δὲ καὶ, κατὰ τὴν ἀποστολικὴν ὑποθήκην, ὁ σπουδαῖος πάντα ποιεῖν εἰς δόξαν Θεοῦ, ὥστε πᾶσαν πρᾶξιν, καὶ πᾶν ῥῆμα, καὶ πᾶσαν ἐνέργειαν νοερὰν, αἰνέσεως ἐπέχειν δύναμιν. Εἴτε γὰρ ἐσθίει ὁ δίκαιος, εἴτε πίνει, πάντα εἰς δόξαν Θεοῦ ποιεῖ. Τοῦ τοιούτου καθεύδοντος ἡ καρδία ἐγρήγορεν, κατὰ τὸν εἰπόντα  ἐν τῷ Ἄσματι τῶν  ᾀσμάτων· Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου γρηγορεῖ. Ὡς γὰρ ἐπὶ πολὺ τὰ καθ' ὕπνον  φαντάσματα  τῆς μεθημερινῆς  ἐννοίας ἐστὶν ἀπηχήματα. Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. Μηδεὶς, φησὶ, τὴν ἐμὴν ἐπίνοιαν,  καθ' ἣν διεσώθην  ἐκ τῶν  κινδύνων,  ἐπαινείτω.  Οὐ γὰρ ἐν δυνάμει  ἀν θρώπου, οὐδὲ ἐν σοφίᾳ, ἀλλ' ἐν τῇ χάριτι τοῦ Θεοῦ ἐστιν ἡ σωτηρία. Μὴ καυχάσθω, φησὶν, ὁ πλού σιος ἐν τῷ πλούτῳ αὐτοῦ, μήτε ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μήτε ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ· ἀλλ' ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν  Κύριον τὸν Θεὸν αὐτοῦ. Ὁρᾷς τὸν Ἀπόστολον πῶς τοὺς συνεργοὺς τοῦ  Εὐαγγελίου  ἐπαινεῖ;  Ὅς ἐστι σύνδουλος  καὶ διάκονος  ὑμῶν  ἐν  Κυρίῳ. Ἐὰν μέντοι τις ἐπὶ σώματος  κάλλει, ἢ γονέων  περιφανείᾳ ἐπαινεῖται, οὐκ ἐν Κυ ρίῳ ἐπαινεῖται  αὐτοῦ ἡ ψυχὴ, ἀλλ' ἐν τῇ ματαιότητί  ἐστι τῶν  τοιούτων  ἕκαστος. Οὐδὲ γὰρ  αἱ  μέσαι τέχναι  τὸ  ἀληθινῶς  ἐπαινετὸν  ἔχουσι, κυβερνῆται,  ἰατροὶ, ῥήτορες, ἢ ἀρχιτέκτονες πόλεις οἰκοδομοῦντες ἢ πυραμίδας, ἢ λαβυρίνθους, ἢ ἄλλας τινὰς δαπανη ρὰς ἢ ὑπερόγκους οἰκοδομημάτων  κατασκευάς. Οἱ ἐπὶ τούτοις ἐπαινούμενοι,  οὐκ  ἐν  Κυρίῳ ἔχουσι τὴν  ἑαυτῶν  ψυχήν.  Ἀρκεῖ ἡμῖν  πρὸς ἅπαν ἀξίωμα τὸ τηλικούτου ∆εσπότου δούλους ἡμᾶς ὀνομάζεσθαι. Οὐ δήπου γὰρ βασιλεῖ μέν τις ὑπηρετῶν μέγα φρο νήσει, διὰ τὸ ἐν τῇδε τῇ τάξει τῆς ὑπηρεσίας τε τάχθαι· Θεῷ δὲ καταξιωθεὶς λατρεύειν, ἀλλαχόθεν τοὺς ἐπαίνους ἑαυτῷ περινοήσει, ὡς οὐκ ἀρκούσης αὐτῷ  τῆς  ἐπικλήσεως  τοῦ  Κυρίου  πρὸς πᾶσαν δόξης  καὶ  περιφανείας ὑπερβολήν; Ἐν τῷ Κυρίῳ οὖν ἐπαι νεθήσεται ἡ ψυχή μου. Ἀκουσάτωσαν πραεῖς, καὶ εὐφρανθήτωσαν. Ἐπειδὴ ἄνευ πολέμου, φησὶ, κατωρθώθη μοι ἡ σωτηρία ἐκ μόνης τῆς κατὰ πρόσωπον ἀλλοιώσεως,  διὰ τῆς τοῦ Θεοῦ συνεργίας ἀπατηθέντων  τῶν πολεμίων· Ἀκουσάτωσαν πραεῖς, ὅτι δυνατὸν καὶ ἡσυχάζοντας ἐγεῖραι τρόπαιον, καὶ μὴ μαχομένους νικητὰς ἀποφανθῆναι·  Καὶ εὐφραν θήτωσαν, βεβαιούμενοι εἰς τὴν πραότητα τῷ κατ' ἐμὲ ὑποδείγματι. Ἔλαβον γὰρ ταύτην τὴν χάριν παρὰ Θεοῦ, ἐπειδὴ κατώρθωσα τὴν πραότητα. Μνή σθητι, Κύριε, τοῦ ∆αβὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ. Μεγίστη γὰρ τῶν ἀρετῶν ἡ πραότης· διὸ καὶ τοῖς μακαρισμοῖς ἐγκατείλεκται. Μακάριοι γὰρ, φησὶν, οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Ἐκείνη γὰρ ἡ γῆ,  ἡ  ἐπουράνιος   Ἱερουσαλὴμ,  οὐ  γίνεται   τῶν   μαχομένων   λάφυρον,   ἀλλὰ μακροθύμων καὶ πραϋπαθῶν  ἀνδρῶν  πρόκειται κληρονομία. Ἴσον δὲ δύναται  τὸ, Ἀκουσάτωσαν πραεῖς,  καὶ  τὸ,  Ἀκουσάτωσαν οἱ  Χριστοῦ μαθηταί.  Τάχα  δὲ  προ φητικῶς   βούλεται  μέχρις  ἡμῶν  διαβῆναι  τὸ  θαῦμα  τῆς  τοῦ  Θεοῦ  εἰς  αὐτὸν εὐεργεσίας. Ἀκουσάτωσαν γὰρ οἱ πολλαῖς ὕστερον γενεαῖς γενήσεσθαι τοῦ Χρι στοῦ μαθηταὶ μέλλοντες. Τούτους γὰρ ὠνόμασε πραεῖς, οἷς ὁ Κύριος διαλέγεται· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Οἱ κατεσταλμένοι τὰ ἤθη καὶ παντὸς πάθους ἀπηλλαγμένοι,  ὡς μηδεμίαν ἔχειν ταραχὴν ἐνοικοῦσαν αὐτῶν ταῖς ψυχαῖς, οὗτοι πραεῖς προσαγορεύονται. ∆ιὸ καὶ Μωϋσῆς μεμαρτύρηται  πραῢς εἶναι  παρὰ πάντας ἀνθρώπους ἐπὶ τῆς γῆς. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί. Πρέποντα ἑαυτῷ χορὸν εἰς δοξολογίαν τοῦ Κυρίου παραλαμβάνει. Μηδεὶς ταραχώδης, μηδὲ τεθορυβημένος,  μηδὲ  ἐκ  τῶν   παθῶν   τῆς   σαρκὸς  τὴν   ψυχὴν   παροιστρῶν ἐγκαταμιγήτω  μοι· ἀλλ' ὑμεῖς οἱ πραεῖς, οἱ τὸ βεβη κὸς καὶ εὐσταθὲς τῆς ψυχῆς κατωρθωκότες, τὸ δὲ νωθρὸν  καὶ ὑπνῶδες  πρὸς τὰς τῶν  καθηκόντων  ἐνερ γείας ἀποσειόμενοι, ὑμεῖς μεγαλύνατε  τὸν Κύριον σὺν ἐμοί. Μεγαλύνει δὲ τὸν Κύριον ὁ μεγάλῃ διανοίᾳ καὶ γαύρῳ τῷ φρονήματι  καὶ ἐπηρμένῳ τοὺς ὑπὲρ τῆς εὐσεβείας πειρασμοὺς  ὑπομένων.   Ἔπειτα  δὲ  καὶ  ὁ  μεγάλῃ   τῇ  διανοίᾳ   καὶ  θεωρήμασι βαθυτάτοις τὰ μεγέθη τῆς κτίσεως καθορῶν, ἵν' ἐκ τοῦ μεγέθους καὶ τῆς καλλονῆς τῶν  κτισμάτων  τὸν  γενεσιουρ  γὸν  αὐτῶν  θεωρήσῃ.  Ὅσῳ γάρ  τις  ἐπὶ  πλεῖον ἐμβαθύνει  τοῖς  λόγοις  καθ'  οὓς  γεγένηται  τὰ  ὄντα,  καὶ  καθ'  οὓς  οἰκονομεῖται, τοσούτῳ μᾶλλον θεωρεῖ τὴν μεγαλοπρέπειαν  τοῦ Κυρίου, καὶ τὸ ὅσον ἐφ' ἑαυτῷ, μεγαλύνει τὸν Κύριον. Ἐπεὶ οὖν εἷς νοῦς καὶ ἑνὸς ἀνδρὸς μελέτη, οὐδὲ πρὸς βραχὺ αὐταρκεῖ πρὸς τὴν τῶν μεγαλείων τοῦ Θεοῦ κατάληψιν, πάντας ὁμοῦ τοὺς πραεῖς εἰς τὴν κοινωνίαν  ταύτης τῆς ἐνερ γείας παραλαμβάνει. ∆εῖ γὰρ πᾶσαν σχολὴν ἄγειν ἀπὸ  θορύβων τῶν ἔξωθεν, καὶ  πᾶσαν  ἡσυχίαν  ἐν  τῷ  κρυπτῷ  τῆς  καρδίας βουλευτηρίῳ  ποιήσαντα, οὕτως ἐπιβάλλειν  τῇ θεωρίᾳ τῆς ἀληθείας. Ἀκούεις τοῦ ἐξομολογουμένου τὴν ἁμαρτίαν, τί φησιν; Ἐτα ράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου. Οὐ μόνον δὲ θυμὸς, ἀλλὰ καὶ ἐπιθυμία, καὶ δειλία, καὶ φθόνος  ὀφθαλμὸν  ψυχῆς
ἐκταράσσει·  καὶ  ἁπαξαπλῶς   πάντα   τὰ  πάθη  συγχυτικὰ   καὶ  ἐκταρακτικὰ  τοῦ διορατικοῦ τῆς ψυχῆς ἐστι. Καὶ ὡς οὐ δυνατὸν τεθολωμένῳ ὀφθαλμῷ ἀκριβῆ λαβεῖν τῶν  ὁρατῶν  τὴν  κατάληψιν,  οὕτως  οὐδὲ τεθολωμένῃ  καρδίᾳ τῇ κατανοήσει τῆς ἀληθείας ἐπιβαλεῖν. Ἀναχωρῆσαι οὖν δεῖ τῶν τοῦ κόσμου πραγμάτων, καὶ μήτε δι' ὀφθαλμῶν,  μήτε δι' ὤτων, μήτε δι' ἄλλης τινὸς αἰσθήσεως ἐπεισάγειν ἀλλοτρίους λογισμοὺς   τῇ   ψυχῇ. Θορύβων γὰρ  ἀσιγήτων   καὶ   στάσεων   ἀδιαλλάκτων ἀναπιμπλῶσι  τὰ ἔν δον οἱ τοῦ φρονήματος  τῆς σαρκὸς ἐπανιστάμενοι  πό λεμοι. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου. Ταῦτα, φησὶν, ἀκουσάτωσαν οἱ πραεῖς, ὅτι ἐγὼ  ἐν  τῷ  καιρῷ  ἐκείνῳ  τῷ  χαλεπῷ,  ὅτε πᾶς μὲν  θυμὸς τῶν  μνησικακούντων ἐκινεῖτο κατ' ἐμοῦ, πᾶσα δὲ χεὶρ ἐπ' ἐμὲ ὡπλίζετο, γυμνὸς δὲ ἐγὼ καὶ ἄοπλος ἕτοιμος εἰς πᾶσαν αἰκίαν ἐξεκείμην τοῖς πολεμίοις, τότε οὐ συνεχύθην τοὺς διαλογισμοὺς τῷ φόβῳ,  οὐκ  ἐξεκρούσθην  ἐκ  τῆς  τοῦ  Θεοῦ ἐννοίας,  οὐκ  ἀπέγνων   τῆς  ἐμαυτοῦ σωτηρίας, ἀλλ' ἐξεζήτησα τὸν Κύριον Οὐχὶ ἐζήτησα μόνον ἁπλῆν τινα καὶ χρονικὴν πρὸς τὸν Κύριον ἐλπίδα, ἀλλ' ἐξεζήτησα. Πλεῖον γάρ τι δηλοῖ παρὰ τὸ ζητῆσαι ἡ ἔμφασις  τοῦ ἐκζητῆσαι, ὡς  καὶ παρὰ τὴν  ἔρευναν  ἡ ἐξερεύνησις. Ἐξέλιπον  γὰρ ἐξερευνῶντες ἐξερευνήσεις. Πολλὴν οὖν τινα σχολὴν καὶ ἀταραξίαν ὁ λόγος παρίστησι διὰ τῆς ἐκζητήσεως.  Καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με. Πᾶσα ἡ τοῦ δικαίου ζωὴ τεθλιμμένη  ἐστὶ, καὶ Στενὴ καὶ τεθλιμμένη  ἡ ὁδός· καὶ, Πολλαὶ αἱ θλίψεις  τῶν  δικαίων. ∆ιὰ τοῦτο  καὶ  ὁ Ἀπόστολός  φησιν,  Ἐν παντὶ θλιβόμενοι·  καὶ, Ὅτι διὰ πολλῶν  θλίψεων  δεῖ ἡμᾶς εἰς τὴν  βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.  Ῥύεται  δὲ ἐκ θλίψεως  τοὺς  ἁγίους  αὐτοῦ  ὁ Θεὸς, οὐκ  ἀδοκιμάστους αὐτοὺς καταλιμπά νων, ἀλλὰ τὴν ὑπομονὴν αὐτοῖς χαριζόμενος. Εἰ γὰρ Ἡ θλίψις ὑπομονὴν  κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν· ὁ τὴν  θλίψιν  ἀφαιρούμενος  τῆς δοκιμῆς  ἑαυτὸν  ἀπεστέρησεν. Ὡς  οὖν  οὐδεὶς  στεφανοῦται  ἄνευ  ἀνταγωνιστοῦ, οὕτως οὐδὲ δόκιμος ἀποφανθῆναι  δύ ναται εἰ μὴ διὰ θλίψεων. Ἐκ πασῶν οὖν τῶν θλίψεων  ἐῤῥύσατό με, οὐχὶ μὴ ἐῶν με θλίβεσθαι, ἀλλὰ σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν,  τοῦ  δύνα  σθαι  ὑπενεγκεῖν,  χαριζόμενος.  Προσέλθετε πρὸς  αὐτὸν,  καὶ φωτίσθητε· καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου, τούτοις παρακελεύεται προσ ελθεῖν τῷ Κυρίῳ, καὶ ἐγγίσαι αὐτοῦ ταῖς ἀκτῖσι τῆς θεότητος, ἵν', ἐκ τοῦ προσεγγισμοῦ ἐλλαμφθέντες  τῇ ἀληθείᾳ, χάριτι τὸν φωτισμὸν  αὐτοῦ εἰς ἑαυτοὺς χωρήσωσιν. Ὥσπερ γὰρ τὸ αἰσθητὸν τοῦτο φῶς  οὐ πᾶσιν ὁμοίως ἀνατέλλει,  ἀλλὰ τοῖς ἔχουσιν ὀφθαλ μοὺς, καὶ ἐγρηγορόσι, καὶ ὑπ' οὐδενὸς κωλύματος ἀπολαύειν δυναμένοις τῆς τοῦ ἡλίου ἐπιδημίας· οὕτω καὶ ὁ τῆς δικαιοσύνης ἥλιος, Τὸ ἀληθινὸν φῶς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κό σμον, οὐ πᾶσι τὴν ἑαυτοῦ φαιδρότητα χαρίζεται, ἀλλὰ τοῖς ἀξίως αὐτοῦ πολιτευομένοις. Φῶς γὰρ, φησὶν, ἀνέτειλεν, οὐχὶ τῷ ἁμαρτωλῷ, ἀλλὰ τῷ δικαίῳ. Ὡς γὰρ ἀνέτειλε μὲν ὁ ἥλιος, ἀλλ' οὐχὶ ταῖς νυκτε ρίσιν, οὐδὲ τοῖς ἄλλοις ζώοις τοῖς νυκτινόμοις· οὕτω καὶ τὸ φῶς τῇ μὲν ἑαυτοῦ φύσει λαμπρόν ἐστι καὶ φαιδρυντικόν· οὐ πάντες δὲ αὐτοῦ τῆς λαμπηδόνος  μεταλαμβάνουσιν. Οὕτω καὶ Πᾶς ὁ τὰ φαῦλα πράσ σων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ  αὐτοῦ τὰ ἔργα. Προσέλθετε οὖν  πρὸς αὐτὸν  καὶ φωτίσθητε,  καὶ τὰ πρόσωπα ὑμῶν  οὐ μὴ καταισχυνθῇ.  Μακάριος ὁ ἐν τῇ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Θεοῦ, ὅταν  ἔλθῃ ὁ Κύριος φωτίσαι τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερῶσαι τὰς βουλὰς τῶν καρδιῶν, τολμήσας ὑπὸ τὸ φῶς ἐκεῖνο τῶν ἐλέγχων γενέσθαι, καὶ ἐπανελθὼν ἀνεπαίσχυντος τῷ ἀμόλυντον  ἔχειν τὸ συνειδὸς ἀπὸ πονηρῶν ἔργων. Οἱ γὰρ τὰ φαῦλα πράξαντες εἰς ὀνειδισμὸν καὶ αἰσχύνην ἀναστήσονται, ἐνορῶντες ἐν ἑαυτοῖς τὸ αἶσχος καὶ τοὺς τύπους τῶν ἡμαρτημένων. Καὶ τάχα φοβερωτέρα τοῦ σκότους καὶ τοῦ πυρὸς τοῦ  αἰωνίου  ἡ αἰσχύνη  ἐστὶν,  ᾗ μέλλουσι  συνδιαιωνίζειν  οἱ  ἁμαρτωλοὶ,  ἀεὶ  ἐν ὀφθαλμοῖς ἔχοντες τὰ ἴχνη τῆς ἐν σαρκὶ ἁμαρτίας, οἱονεί τινος βαφῆς ἀνεκπλύτου, τῇ μνήμῃ τῆς ψυχῆς αὐτῶν εἰς τὸ διηνεκὲς παραμένοντα. Ὀλίγων δέ ἐστι τὸ προσελθεῖν τῷ φωτὶ τῷ ἀληθινῷ, καὶ ἀπο καλύψαι, καὶ μετὰ τὴν ἀποκάλυψιν  τῶν κρυπτῶν, μὴ ἀπελθεῖν αἰσχυνθέντας  τὰ πρόσωπα. Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσ ήκουσεν αὐτοῦ. Οὐκ ἀεὶ ἐπαινετὴ ἡ πτωχεία, ἀλλ' ἡ ἐκ προαιρέσεως κατὰ τὸν  εὐαγγελικὸν  σκοπὸν κατ ορθουμένη. Πολλοὶ γὰρ πτωχοὶ  μὲν  τῇ  περιουσίᾳ, πλεονεκτικώτατοι  δὲ τῇ προαιρέσει τυγχάνουσιν·  οὓς οὐχ ἡ ἔνδεια σώζει, ἀλλ' ἡ προαίρεσις κατακρίνει. Οὐ τοίνυν  ὁ ἐνδεὴς πάντως  μακαριστὸς, ἀλλ' ὁ κρείτ τονα ἡγησάμενος τῶν τοῦ κόσμου θησαυρῶν τὴν ἐν τολὴν τοῦ Χριστοῦ. Τούτους καὶ ὁ Κύριος μακαρίζει λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι· οὐχ οἱ πένητες κατὰ τὴν περιουσίαν, ἀλλ' οἱ τὴν πτωχείαν  ἐκ ψυχῆς προελόμενοι. Οὐδὲν γὰρ τῶν ἀπροαιρέ των  μακαριστόν. ∆ιότι  πᾶσα ἀρετὴ, μάλιστα  δὲ  αὕτη  πρὸ πάντων,  τῷ  ἑκουσίῳ χαρακτηρίζεται. Οὗτος οὖν, φησὶν, ὁ πτωχὸς  ἐκέκραξε. Τῇ δεικτικῇ φωνῇ  ἐπὶ τὸν πτωχεύοντα   κατὰ  Θεὸν,  καὶ  πεινῶντα,   καὶ  διψῶντα,  καὶ  γυμνητεύοντα,   τὴν διάνοιάν σου προ καλεῖται· Οὗτος ὁ πτωχὸς, μονονουχὶ δακτύλῳ δεικνύς· Οὗτος ὁ μαθητὴς Χριστοῦ. ∆υνατὸν καὶ εἰς Χριστὸν ἀνάξαι τὸν λόγον, ὃς, πλούσιος ὢν τῇ φύσει, διότι πάντα τὰ τοῦ Πατρὸς αὐτοῦ ἐστι, δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Σχεδὸν γὰρ παντὸς ἔργου τοῦ προάγον τος ἐπὶ τὸν μακαρισμὸν αὐτὸς ἦρξεν ὁ Κύριος, πα ράδειγμα τοῖς μανθάνουσιν ἑαυτὸν προτιθείς. Ἐπάν ηκε ἐπὶ τοὺς μακαρισμοὺς, καὶ ἕκαστον ἐξετάσας εὑρήσεις, ὅτι προέλαβε τὴν ἐκ τοῦ λόγου διδασκαλίαν τοῖς ἔργοις. Μακάριοι οἱ πραεῖς. Πῶς οὖν μάθωμεν τὴν πραότητα; Μάθετε ἀπ' ἐμοῦ, φησὶν, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Μακάριοι οἱ εἰρηνο ποιοί. Τίς ἡμᾶς διδάξει τὸ τῆς εἰρήνης καλόν; Αὐτὸς ὁ εἰρηνοποιὸς, ὁ ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον· ὁ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐν τοῖς οὐρανοῖς εἴτε τὰ ἐπὶ τῆς γῆς. Μακάριοι οἱ  πτωχοί.  Αὐτός ἐστιν  ὁ πτωχεύσας,  καὶ  κενώσας  ἑαυτὸν  ἐν  τῇ  τοῦ δούλου μορφῇ, ἵνα ἡμεῖς πάντες ἐκ τοῦ πληρώ ματος αὐτοῦ λάβωμεν, καὶ χάριν ἀντὶ χάριτος.  Εἴ τις  οὖν,  ἀπὸ τοῦ  ἁγίου  καὶ φιλανθρώπου  Πνεύματος ἀγόμενος,  μὴ φρονῶν ἐφ' ἑαυτῷ, ἀλλὰ ταπει νῶν ἑαυτὸν, ἵνα τοὺς ἄλλους ὑψώσῃ, κράζοι τῷ πνεύ ματι τὰ μεγάλα εὐχόμενος, καὶ μηδὲν μικροπρεπὲς μηδὲ ταπεινὸν φθέγγοιτο ἐκ τοῦ τὰ ἐπίγεια καὶ  κοσμικὰ ζητεῖν, τοῦ τοιούτου ἡ κραυγὴ εἰσ ακουστὴ τῷ Κυρίῳ. Τί οὖν τὸ τέλος τῆς ἀκοῆς; Τὸ ῥυσθῆναι ἀπὸ πασῶν τῶν θλίψεων  ἄτρωτον, μὴ ὑπο κατακλιθέντα, μηδὲ δουλεύοντα τῷ φρονήματι τῆς σαρκός. Τίς οὖν καὶ ὁ τρόπος δι' οὗ ῥύεται ὁ πτωχός; Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβου μένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ἡρμήνευσε τίνα λέγει τὸν πτωχὸν, τὸν φοβούμενον τὸν Κύριον.
∆ιότι ὁ φοβούμενος ἔτι ἐν τῇ τοῦ δούλου τάξει ἐστίν. Ὁ δὲ ὑπὸ τῆς ἀγάπης τετελειωμένος  πρὸς τὴν τοῦ υἱοῦ λοιπὸν ἀξίαν ἀνέδραμε. ∆ιόπερ ὁ μὲν δοῦλος καὶ πτωχὸς λέγεται, τῷ μηδὲν ἴδιον ἔχειν· ὁ δὲ υἱὸς ἤδη καὶ πλούσιος, τῷ κληρονόμος εἶναι  τῶν  πατρι  κῶν  ἀγαθῶν.  Παρεμβαλεῖ  οὖν  ἄγγελος  Κυρίου κύκλῳ  τῶν φοβουμένων  αὐτόν.  Παντὶ πεπιστευκότι  εἰς τὸν  Κύριον ἄγγελος  παρεδρεύει, ἐὰν μήποτε αὐ τὸν ἡμεῖς ἐκ τῶν  πονηρῶν  ἔργων ἀποδιώξωμεν.  Ὡς γὰρ τὰς μελίσσας καπνὸς φυγαδεύει, καὶ τὰς περι στερὰς δυσωδία ἐξελαύνει· οὕτω καὶ τὸν φύλακα τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφ ίστησιν ἁμαρτία. Ἐὰν ἔχῃς ἐν τῇ ψυχῇ  ἄξια  φυλακῆς  ἀγγελικῆς  ἔργα, καὶ  νοῦς  πλούσιος  ἐν  τοῖς  τῆς  ἀλη  θείας θεωρήμασιν ἐνοικῇ σοι διὰ τὸν πλοῦτον τῶν τιμίων ἔργων τῆς ἀρετῆς, ἀναγκαίως φρουρούς σοι καὶ φύλακας  παρακαθίστησιν ὁ Θεὸς, καὶ περιτειχί  ζει σε φυλακῇ ἀγγέλων. Σκόπει δὲ ἡλίκη ἐστὶ τῶν ἀγγέλων ἡ φύσις· ὅτι ὅλῳ στρατοπέδῳ καὶ παρεμ βολῇ  πολυανθρώπῳ   παρεικάζεται  ὁ  εἷς  ἄγγελος.  ∆ιὰ  μὲν  οὖν  τὸ  μέγεθος  τοῦ φυλάσσοντός σε παρεμβολήν σοι χαρίζεται ὁ Κύριος· διὰ δὲ τὴν ἰσχὺν τοῦ ἀγγέλου οἱονεὶ  περιτειχίζει  σε πάντοθεν  τῇ ἀπ' αὐτοῦ ἀσφαλείᾳ. Τοῦτο γὰρ σημαίνει τὸ, Κύκλῳ. Ὥσπερ γὰρ οἱ τῶν πόλεων περίβολοι, κύκλῳ πάσαις περι κείμενοι, πάντοθεν τὰς τῶν πολεμίων προσβολὰς ἀπείργουσιν· οὕτω καὶ ὁ ἄγγελος, καὶ προτειχίζει ἐκ τῶν ἔμπροσθεν, καὶ ὀπισθοφυλακεῖ, καὶ οὐδὲ τὰ ἑκατέρωθεν ἀφύλακτα καταλείπει.
∆ιὰ τοῦτο Πεσεῖ ται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δε ξιῶν σου· πρὸς σὲ δὲ οὐδὲ πληγή τινος τῶν ἐχθρῶν ἐγγιεῖ, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται  περὶ σοῦ. Γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Πολλαχοῦ τετηρήκαμεν, ὅτι τοῖς ἔξωθεν μέλεσιν ὁμωνύμως  αἱ τῆς ψυχῆς προσαγορεύονται δυνάμεις. Ἐπεὶ δὲ ἄρτος ἐστὶν ἀληθινὸς ὁ Κύριος ἡμῶν, καὶ ἡ σὰρξ αὐτοῦ ἀληθής ἐστι βρῶσις· ἀνάγκη τὴν ἡδονὴν τῆς εὐφροσύνης τοῦ ἄρτου διὰ γεύσεως ἡμῖν νοητῆς ἐγγίνεσθαι. Ὡς τοῦ μέλιτος ἡ φύσις οὐ τοσοῦτον τῷ λόγῳ δύναται παραστῆναι τοῖς ἀπείροις, ὅσον ἀπ' αὐτῆς τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως· οὕτως οὐδὲ ἡ χρηστότης τοῦ οὐρανίου λόγου ἐναργῶς πα ραδοθῆναι διδασκαλίαις δύναται, ἐὰν μὴ, τὰ τῆς ἀληθείας  δόγματα ἐπὶ πλέον βασανίσαντες, δυνηθῶ μεν τῇ οἰκείᾳ πείρᾳ τὴν χρηστότητα καταλαβεῖν τοῦ Κυρίου.  Γεύσασθε  δὲ,  εἶπε,  καὶ  οὐχὶ   ἐμπλήσθητε·  διότι   νῦν  μὲν   ἐκ  μέρους γινώσκομεν, καὶ δι' ἐσόπτρου βλέπομεν καὶ αἰνίγματος τὴν ἀλήθειαν· ἥξει δέ ποτε ὅτε ὁ νῦν ἀῤῥαβὼν, καὶ τὸ γεῦμα τοῦτο τῆς χάριτος εἰς τελειότητα ἡμῖν τῆς ἀπολαύσεως  καταντήσει.  Ὥσπερ δὲ  οἱ  στομαχοῦντες  καὶ  οἱ  κακόσιτοι, ἀποστρε φόμενοι τὰ σιτία, ὑπὸ τῶν ἰατρῶν θεραπεύονται τὸ δυσάρεστον, διεγειρόντων  τὰς ὀρέξεις διά τινος ἐπι τηδεύσεως τῆς ἐν τοῖς βρώμασιν, ὥστε, ὑπὸ τῆς κα ρυκείας ἐκείνης ἐρεθιζομένης τῆς αἰσθήσεως, ἀεὶ πρὸς τὸ πλεῖον ἐπιτείνεσθαι τὰς ὀρέξεις· οὕτω καὶ ἐπὶ τοῦ λόγου τῆς ἀληθείας, Αὐτὴ, φησὶν, ὑμᾶς ἡ πεῖρα πρὸς τὸ ἀκόρεστον τῆς ἐπιθυμίας ἀεὶ προσκα λέσεται. ∆ιὰ τοῦτο, φησὶ, Γεύσασθε, ἵνα μακάριοι γέ νησθε ἀεὶ πεινῶντες  καὶ διψῶντες τὴν δικαιοσύνην. Μα κάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ' αὐτόν. Ὁ ἀεὶ ἐν ἐπιθυμίᾳ ὢν τοῦ λόγου, ἐπ' οὐδὲν ἕτερον θήσεται τὴν ἐλπίδα ἢ ἐπὶ τὸν Κύριον. Φοβήθητε τὸν Κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ· ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις   αὐτόν.   Ἐὰν   μὴ   φόβος   παιδεύῃ   ἡμῶν   τὴν   ζωὴν,   ἀμήχανον κατορθωθῆναι τὸν ἁγιασμὸν ἐν τῷ σώματι. Καθήλωσον γὰρ, φησὶ, ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. Ὡς γὰρ οἱ ὑπὸ τῶν  ἥλων  διαπεπαρ μένοι τὰ μέλη τοῦ σώματος ἀκίνητα ἔχουσι πρὸς ἐνέργειαν, οὕτως οἱ τῷ θείῳ φόβῳ τὴν ψυχὴν κατει λημμένοι πᾶσαν τὴν ἐκ τῶν παθῶν τῆς ἁμαρτίας ἐνόχλησιν διαφεύγουσι. Τῷ οὖν φοβουμένῳ οὐκ ἔστιν ὑστέρημα· τουτέστι, πρὸς οὐδεμίαν ἀρετήν ἐστιν ἐλλιπὴς ὁ ὑπὸ τοῦ φόβου ἀπὸ πάσης ἀτόπου πρά ξεως κωλυόμενος, ἀλλὰ τέλειός ἐστι, μηδενὸς τῶν ἐπιβαλλόντων  τῇ ἀνθρωπίνῃ φύσει καλῶν ἀπολειπό μενος. Ὡς γὰρ οὐκ ἔστι τέλειος ἐν τῷ σώματι ὁ ἔν τινι μέρει τῶν ἀναγκαίων  ἐλλιμπάνων,  ἀλλ' ἀτε λής ἐστι καθ' ὃ ἐλλείπει· οὕτω καὶ ὁ περὶ μίαν τῶν ἐντολῶν  καταφρονητικῶς  διακείμενος, διὰ τὸ ὑστερεῖν αὐτῆς, ἀτελής ἐστι κατὰ τὸ ἐλλεῖπον. Ὁ δὲ τὸν τέλειον φόβον ἀνειληφὼς, καὶ  πάντα  καταπτήσσων  δι'  εὐλάβειαν,  οὐδὲν  μὲν  ἁμαρτή  σεται  τῷ  μηδενὸς ὑπερορᾷν· οὐχ ἕξει δὲ ὑστέρημα, τῷ ἐπὶ πάντα διαρκῶς παρεῖναι αὐτῷ τὸν φόβον. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν· οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Οἰκοδομείτω μὲν ἡμᾶς καὶ πρὸς τὴν καταφρόνησιν τοῦ σωματικοῦ πλούτου ὁ λόγος, τὸ ἀβέβαιον τῆς τῶν χρημάτων περιουσίας ἐκδιδά σκων. Εὐμετάπτωτος  γὰρ  ὁ πλοῦτος,  καὶ  οἱονεὶ  κῦμα  ὑπὸ  τῆς  βίας  τῶν ἀνέμων ἄλλοτε πρὸς ἄλλα μέ ρη πεφυκὼς μεταῤῥεῖν. Καὶ πλούσιον λέγει τάχα τὸν Ἰσραήλ· ὧν ἡ υἱοθεσία καὶ ἡ λατρεία, ὧν αἱ ἐπαγ γελίαι, ἐξ ὧν οἱ πατέρες. Οὗτοι τοίνυν  διὰ  τὴν  εἰς  τὸν  Κύριον ἁμαρτίαν  ἐπτώχευσαν.  Οἱ δὲ  ἀντ'  ἐκείνων  ἐκ ζητήσαντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται  παντὸς ἀγαθοῦ. Ἐπτώχευσαν δέ πως καὶ ἐπείνασαν. Ἐπειδὴ γὰρ ἀπέκτειναν τὸν ἄρτον τῆς ζωῆς, ἦλθεν ἐπ' αὐτοὺς ὁ λιμὸς τοῦ ἄρτου· καὶ ἐπειδὴ ἐπεβούλευ σαν τῇ πηγῇ τοῦ ὕδατος τοῦ ζῶντος, ἦλθεν αὐτοῖς ἡ δίψα, καὶ ἐπετέθη αὐτοῖς ἡ ἐκ τῆς δίψης κόλα σις· λιμὸς δὲ οὐχὶ ἄρτου αἰσθητοῦ, οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. Ἐπτώχευσαν μὲν οὖν καὶ ἐπείνασαν. Οἱ μέντοι ἀπὸ τῶν ἐθνῶν  μαθόντες ἐκζητεῖν τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Τὸ παντέλειον  ἀγαθὸν αὐτός ἐστιν ὁ Θεός· οὗ οὐκ ἐλαττωθήσονται   πάντες   οἱ  ἐκζητοῦντες   αὐτόν. Μὴ  γάρ  μοί  τις  ἀπαίδευτος, ἀδιάκριτον  ἔχων  τὸν  περὶ τοῦ ἀγαθοῦ καὶ κακοῦ τόπον, ἀγαθὸν  ὀνομαζέτω  τὸν πρόσκαιρον ἔχοντα τὴν ἀπόλαυ σιν καὶ τῇ φθορᾷ τοῦ σώματος συναπερχομέ νην. Ὁ γὰρ τὸν σωματικὸν πλοῦτον καὶ τὰ σωματικὰ προτερήματα εἰς τὴν τοῦ ἀγαθοῦ τάξιν κατάγων, εἰς πράγματα εὐτελῆ καὶ οὐδενὸς λόγου ἄξια ἄγει τὸ σε μνὸν καὶ μόνῳ Θεῷ πρέπον ὄνομα, καὶ ἅμα ἐναντιώ  ματι χαλεπωτάτῳ  περιπεσεῖται. Ἢ γὰρ τοὺς ἀποστό λους ἐρεῖ, παρὰ τὸ μὴ ἐκζητῆσαι τὸν Κύριον, μὴ τετυχηκέναι τῶν σωματικῶν ἀγαθῶν· ἢ εἰ ἐκζη τοῦντες ἀπετύγχανον  τῶν τοιούτων ἀγαθῶν, τῆς Γρα φῆς αὐτῆς κατηγορήσει λεγούσης μηδενὸς ἀγαθοῦ ἐλαττοῦσθαι τοὺς ἐκζητοῦντας τὸν Κύριον. Ἀλλὰ  καὶ  ἐξεζήτουν  οἱ  ἅγιοι  τὸν  Κύριον,  καὶ  τῆς  αὐτοῦ  τοῦ  ζη  τουμένου καταλήψεως  οὐκ ἠλαττοῦντο,  οὐδὲ τῶν  ἀπο κειμένων  ἐν  τῇ  αἰωνίᾳ  ἀναπαύσει ἀγαθῶν ἐστε ρήθησαν. Περὶ ἐκείνων γὰρ λέγοιτο ἂν κυρίως τὸ, Παντὸς ἀγαθοῦ. Αἱ γὰρ σωματικαὶ  ἀπολαύσεις  πλεῖον  τὸ ὀδυνηρὸν  ἔχουσι τοῦ  ἡδέος· οἱ γάμοι  τὰς ἀπαιδίας, τὰς χηρείας, τὰς διαφθοράς· αἱ γεωργίαι  τὴν  ἀκαρπίαν· αἱ ἐμπορίαι τὰ ναυάγια·  οἱ  πλοῦτοι  τὰς  ἐπιβουλάς·  αἱ  τρυφαὶ  καὶ  οἱ  κόροι,  καὶ  αἱ  συν  εχεῖς ἀπολαύσεις  τὸ ποικίλον  τῶν  νοσημάτων,  καὶ τὸ πολυειδὲς  τῶν  παθῶν.  Παῦλος μέντοι καὶ ἐξεζή τει τὸν Κύριον, καὶ οὐδὲν αὐτῷ ἔλειπε τῶν ἀγα θῶν. Καίτοι τίς ἂν ἐξαριθμήσαιτο τὰ τοῦ σώματος ὀχληρὰ, οἷς παρὰ πάντα τὸν ἑαυτοῦ βίον συνέζη; Τρὶς ἐῤῥαβδίσθη, ἅπαξ ἐλιθάσθη, τρὶς ἐναυάγησε, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκεν, ἐν ὁδοιπορίαις  πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλά κις, ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀνάγκαις πολλάκις. Μέ χρι τῆς ἐσχάτης ὥρας καὶ πεινῶν  ἄνθρωπος, καὶ διψῶν, καὶ γυμνητεύων,  καὶ κολαφιζόμενος,  πῶς οὐκ ἠλαττοῦτο  τῶν σωματικῶν ἀγαθῶν;  Ἀνάγαγε  οὖν  μοι  τὴν  διάνοιαν   ἐπὶ  τὸ  ὄντως   ἀγαθὸν,  ἵνα  καὶ  τὴν συμφωνίαν  τῆς  Γραφῆς ἐπιγνῷς,  καὶ  σεαυτὸν  μὴ  καταβάλῃς  τῇ  ἀμφιβολίᾳ  τῆς ἐννοίας.  ∆εῦτε,  τέκνα,  ἀκούσατέ μου·  φόβον  Κυρίου διδάξω  ὑμᾶς.  Ἐνδιαθέτου διδασκάλου φωνὴ, προσκαλουμένου εἰς μάθησιν διὰ πατρικῆς εὐσπλαγ χνίας. Καὶ γὰρ τέκνον  ἐστὶ πνευματικὸν  τοῦ διδασκά λου ὁ μαθητής. Ὁ γὰρ παρά τινος τὴν μόρφωσιν τῆς εὐσεβείας δεχόμενος, οὗτος οἱονεὶ διαπλάττεται  παρ' αὐτοῦ, καὶ εἰς σύστασιν ἄγεται, ὥσπερ καὶ ὑπὸ τῆς κυοφορούσης τὰ ἐν αὐτῇ διαμορφούμενα βρέφη. Ὅθεν καὶ   Παῦλος ὅλην τὴν Ἐκκλησίαν τῶν  Γαλατῶν,  ἐκ τῶν προτέρων διαπεσοῦσαν  μαθημάτων,  καὶ  οἱονεὶ  ἀμβλωθεῖσαν,   πάλιν   ἀναλαμβάνων,   καὶ μορφῶν  ἄνωθεν  ἐν αὐτοῖς τὸν Χριστὸν, τέκνα ἔλεγε· καὶ ἐπειδὴ μετ' ὀδύνης καὶ θλίψεως  ἐποιεῖτο τῶν ἐσφαλ μένων τὴν ἐπανόρθωσιν, ὠδίνειν  ἔλεγε τῇ ψυχῇ διὰ τὴν ἐπὶ τοῖς ἀποπεσοῦσι λύπην. Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. ∆εῦτε οὖν, τέκνα, ἀκούσατέ μου. Τί ποτε ἄρα διδά σκειν μέλλει ὁ πνευματικὸς ἡμῶν πατήρ; Φόβον, φησὶ, Κυρίου διδάξω ὑμᾶς. Ἐπειδὴ ἄνω προσέταξε φοβεῖσθαι τὸν Κύριον, καὶ τὸ ἐκ τοῦ φόβου κέρδος ὑπέδειξεν, εἰπὼν, Ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν· νῦν καὶ διδασκαλίαν τινὰ τοῦ θείου φόβου ἡμῖν παραδίδωσι. Τὸ μὲν γὰρ, ὅτι χρὴ ὑγιαίνειν, παντός ἐστιν εἰπεῖν, καὶ τοῦ ἰδιώτου· τὸ δὲ,  πῶς  χρὴ  κτήσασθαι τὴν  ὑγείαν,  τοῦτο  ἴδιον  ἤδη  τοῦ  τὴν  ἰατρικὴν  τέχνην ἐπισταμένου. Οὐ πᾶς φόβος ἀγαθόν  ἐστι καὶ σωτήριον, ἀλλ' ἔστι τις  καὶ ἐχθρὸς φόβος, ὃν ἀπεύχεται  ὁ Προφήτης ἐγγενέσθαι  αὐτοῦ τῇ ψυχῇ, λέγων·  Ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. Ἐχθρὸς γὰρ φόβος ὁ θανάτου ἡμῖν δει λίαν ἐμποιῶν, ὁ προσώπων ὑπεροχὰς καταπτήσσειν ἡμᾶς ἀναπείθων. Πῶς γὰρ ὁ ταῦτα φοβούμενος δυνή σεται ἐν καιρῷ μαρτυρίου μέχρι θανάτου πρὸς τὴν ἁμαρτίαν ἀντικαταστῆναι, καὶ ἀποδοῦναι τῷ Κυ ρίῳ τὴν ὀφειλὴν, τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι; Καὶ ὁ ὑπὸ δαιμόνων εὐπτόητος τὸν ἐχθρὸν ἔχει φόβον ἐν ἑαυτῷ. Καὶ ὅλως, ὁ τοιοῦτος φόβος ἀπι στίας ἔοικεν ἔγγονον  εἶναι πάθος. Οὐδεὶς γὰρ πι στεύων ἰσχυρὸν αὐτῷ παρεῖναι τὸν βοηθὸν φοβεῖται ἀπό τινος τῶν ἐπιχειρούντων  αὐτὸν ἐκταράσσειν. Φόβος δὲ ὁ σωτήριος, καὶ φόβος ἁγιασμοῦ ποιητικὸς, φόβος ὁ κατ'  ἐπιτήδευσιν, καὶ οὐχὶ κατὰ πάθος ἐγγι νόμενος τῇ ψυχῇ, ποῖός ἐστι βούλει διηγήσωμαι;  Ὅταν μέλλῃς ἐπί τινα ὁρμᾷν ἁμαρτίαν, ἐννόησόν μοι ἐκεῖνο τὸ φρικτὸν καὶ ἀνύποιστον τοῦ Χριστοῦ δικα στήριον, ἐν ᾧ προκαθέζεται μὲν ἐπὶ θρόνου τινὸς  ὑψηλοῦ  καὶ ἐπηρμένου ὁ κριτὴς, παρέστηκε δὲ πᾶσα ἡ κτίσις ὑποτρέμουσα τὴν ἐπιφάνειαν αὐτοῦ τὴν ἔν δοξον· παράγεσθαι δὲ μέλλομεν καθ' ἕνα εἰς ἐξέτα σιν τῶν βεβιωμένων ἡμῖν. Εἶτα τῷ  πολλὰ  πονηρὰ  πεποιηκότι  κατὰ  τὸν  βίον  φοβεροί  τινες  καὶ  κατηφεῖς παρίστανται ἄγγελοι, πῦρ βλέποντες, πῦρ ἀναπνέον τες, διὰ τὴν πικρίαν τῆς προαιρέσεως, νυκτὶ ἐοικό τες τὰ πρόσωπα, διὰ τὸ κατηφὲς καὶ μισάνθρωπον. Εἶτα βάραθρον βαθὺ, καὶ σκότος ἀδιεξόδευτον, καὶ πῦρ ἀλαμπές· ἐν τῷ σκότει τὴν μὲν καυστικὴν δύνα μιν ἔχον, τὸ δὲ φέγγος ἀφῃρημένον. Εἶτα σκωλήκων γένος ἰοβόλον καὶ σαρκοφάγον, ἀπλήστως ἐσθίον, καὶ μηδέποτε κορεννύμενον, ἀφορήτους ὀδύνας ἐμποιοῦν τῇ καταβρώσει. Εἶτα τὴν πασῶν χαλεπωτάτην  κόλα σιν, τὸν ὀνειδισμὸν ἐκεῖνον  καὶ  τὴν  αἰσχύνην  τὴν  αἰώ  νιον.  Ταῦτα  φοβοῦ·  καὶ  τούτῳ  τῷ  φόβῳ παιδευόμε νος, οἱονεὶ  χαλινῷ  τινι  ἀνάκοπτε  τὴν  ψυχὴν  ἀπὸ τῆς πρὸς τὰ φαῦλα ἐπιθυμίας. Τοῦτον τὸν φόβον τοῦ Κυ ρίου διδάσκειν ἡμᾶς ὁ πατὴρ ἐπηγγείλατο· οὐχ ἁπλῶς διδάσκειν, ἀλλὰ τοὺς ἀκούειν αὐτοῦ προαιρουμένους· οὐ τοὺς μακρὰν ἀποπεσόντας, ἀλλὰ τοὺς δι' ἐπι θυμίαν τοῦ σωθῆναι προστρέχοντας· οὐ τοὺς ξένους τῶν  ∆ιαθηκῶν,  ἀλλὰ  τοὺς  ἐκ τοῦ  βαπτίσματος τῆς  υἱοθεσίας  οἰκειουμένους  τῷ λόγῳ. ∆ιὰ τοῦτο, φησὶ, δεῦτε· τουτέστι, διὰ τῶν ἀγαθῶν ἔργων ἐγγίσατέ μοι, τέκνα, υἱοὶ φωτὸς γενέσθαι διὰ τῆς παλιγγενεσίας καταξιωθέντες. Ἀκούσατε, οἱ ἔχοντες τὰ ὦτα τῆς καρδίας ἀνεῳγμένα· Φόβον Κυρίου διδάξω ὑμᾶς· τοῦτον, ὃν μικρῷ πρόσθεν ὁ λόγος ὑμῖν ὑπ έγραψεν. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγα πῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Εἴ τις θέλει, φησὶ, ζωὴν, οὐ τὴν κοινὴν ταύτην ἣν καὶ τὰ ἄλογα ζῇ, ἀλλὰ τὴν ὄντως ζωὴν τὴν θανάτῳ  μὴ διακοπτομένην.  Νῦν γὰρ, φησὶν, ἀποθνήσκετε, Καὶ ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν δὲ ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Οὐκοῦν καὶ ἡ ὄντως ζωὴ ὁ Χριστὸς, καὶ ἡ ἡμετέρα ἐν αὐτῷ διαγωγὴ ζωή ἐστιν ἀληθινή. Ὁμοίως δὲ καὶ αἱ ἡμέ ραι ἄλλαι εἰσὶν ἀγαθαὶ, ἃς ἐν ἐπαγγελίᾳ προτίθησιν ὁ Προφήτης. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων  ζωὴν,  ἀγαπῶν  ἡμέρας ἰδεῖν  ἀγαθάς; Αἱ γὰρ τοῦ αἰῶνος  τούτου  ἡμέραι πονηραὶ, ἐπειδὴ καὶ ὁ αἰὼν οὗτος, τοῦ κόσμου μέτρον ὑπάρχων, περὶ οὗ εἴρηται, ὅτι Ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ  κεῖται, συναφομοιοῦ ται τῇ φύσει τοῦ κόσμου ὃν ἐκμετρεῖ.  Μέρη  δὲ  τοῦ  χρόνου  τούτου  αἱ  ἡμέραι  αὗται.  ∆ιὰ  τοῦτό  φησιν  ὁ Ἀπόστολος· Ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ  ἡμέραι πονηραί εἰσι. Καὶ ὁ Ἰακὼβ δὲ, Αἱ ἡμέ ραι, φησὶ, τῶν ἐτῶν μου μικραὶ καὶ πονηραί. Οὐκ οῦν νῦν μὲν οὐκ ἐσμὲν ἐν ζωῇ, ἀλλ' ἐν θανάτῳ. ∆ιὸ καὶ ηὔχετο ὁ Ἀπόστολος, λέγων· Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Ἄλλη δέ τίς ἐστι ζωὴ, πρὸς ἣν καλεῖ ἡμᾶς ὁ λόγος· καὶ νῦν μὲν αἱ ἡμέραι ἡμῶν πονηραὶ, ἄλλαι δέ τινές εἰσιν ἀγαθαὶ, ἃς νὺξ οὐ διακόπτει· ἔσται γὰρ ὁ Θεὸς αὐ τῶν φῶς αἰώνιον, καταλάμπων  αὐτὰς τῷ φωτὶ τῆς ἑαυτοῦ δόξης. Μὴ τοίνυν, ὅταν ἀκούσῃς ἡμερῶν ἀγα θῶν, τὴν ἐνταῦθά σοι νομίσῃς ζωὴν  ἐν  ἐπαγγελίαις  προκεῖσθαι. Φθαρταὶ γάρ εἰσιν  αὗται,  ἃς ὁ αἰσθητὸς  ἥλιος ἀπεργάζεται· οὐδὲν δὲ φθαρτὸν ἁρμοζόντως ἂν δῶρον γένοιτο τῷ ἀφθάρτῳ. Εἰ γὰρ ἄφθαρτος ἡ ψυχὴ, ἄφθαρτα αὐτῆς καὶ τὰ χαρίσματα. Καὶ Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου. Εἰ δὲ σκιὰν ἔχει ὁ νόμος τῶν  μελλόντων  ἀγαθῶν,  νόει μοί τινα Σάββατα τρυφερὰ, ἅγια, ἐκ τῶν αἰωνίων  ἡμερῶν, νεομηνίας, ἑορτάς· καὶ νόει μοι ἀξίως τοῦ πνευμα τικοῦ νόμου. Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κα κοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Εἰ βούλει ἐν ταῖς ἡμέραις γενέσθαι ταῖς ἀγαθαῖς, εἰ ἀγαπᾷς τὴν ζωὴν, ποίησον τὴν ἐντολὴν τῆς ζωῆς. Ὁ γὰρ ἀγαπῶν με, φησὶ, τὰς ἐντολάς μου τηρήσει. Πρώτη δὲ ἐντολὴ  τὸ, παῦσαι τὴν γλῶσσαν ἀπὸ κακοῦ, καὶ χείλη τοῦ μὴ λαλῆσαι δόλον. Σχεδὸν γὰρ ἡ προχειροτάτη καὶ πολύτροπος ἁμαρτία ἡ διὰ γλώσσης ἐστὶν ἐνεργουμένη. Ὠργίσθης; καὶ ἡ γλῶσσα προτρέχει. Ἐν ἐπιθυμίαις  εἶ; καὶ τὴν γλῶσ σαν ἔχεις πρὸ πάντων οἱονεί τινα μαστρωπὸν καὶ προαγωγὸν, συγκαταπρασσομένην τῇ ἁμαρτίᾳ, καθ υποκρινομένην τοὺς πλησίον. Καὶ ὅπλον σοι πρὸς τὴν ἀδικίαν ἡ γλῶσσα, μὴ τὰ ἀπὸ καρδίας φθεγγομένη, ἀλλὰ τὰ πρὸς ἀπάτην προφέρουσα. Καὶ τί δεῖ πάντα τῷ λόγῳ ἐπεξιέναι τῶν διὰ γλώσσης ἁμαρτανομένων; Πεπλήρωται ἡμῶν ὁ βίος τῶν ἀπὸ γλώσσης πταισμάτων. Αἰσχρολογία, εὐτραπε λία, μωρολογία, τὰ οὐκ ἀνήκοντα, καταλαλιαὶ, λό γος ἀργὸς, ἐπιορκίαι, ψευδομαρτυρίαι, πάντα ταῦτα τὰ κακὰ, καὶ ἔτι πλείω τούτων, τῆς γλώσσης ἐστὶ δημιουργήματα. Οἱ δὲ ἀνοίγοντες τὸ στόμα κατὰ τῆς δόξης τοῦ Θεοῦ, καὶ ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες, ἄλλῳ τινὶ τὴν ἀσέβειαν καὶ οὐχὶ τῷ ὀρ γάνῳ τῆς γλώσσης ἐργάζονται; Ἐπειδὴ οὖν Ἐκ τῶν λόγων  σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων  σου κατακριθήσῃ, παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ μὴ ἐνεργήσῃς θησαυρίσματα γλώσσῃ ψευδεῖ μά ταια. Παῦσον δὲ καὶ τὰ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἀντὶ τοῦ, Ὅλον τὸ ὄργανον τὸ πρὸς τὴν διακο νίαν τοῦ λόγου σοι δεδομένον σχολάζειν ἀπὸ τῆς πονηρᾶς ἐνεργείας ποίησον. Ἔστι δὲ ὁ δόλος κακοποιία λαθραία ἐν προσποιήσει τῶν  βελτιόνων  τῷ πλησίον προσφερομένη.  Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγα θόν· ζήτησον εἰρήνην,  καὶ  δίωξον αὐτήν.  Στοι  χειώδεις   αἱ  παραινέσεις,  καὶ  εἰσαγωγοὶ  εἰς εὐσέβειαν· ἀκριβοῦσαι γλώσσης  κρατεῖν,  δολερῶν  ἐπιβουλευμά  των  ἀπέχεσθαι, ἐκκλίνειν  ἀπὸ κακοῦ. Οὐ γὰρ τελείῳ πρέπουσα ἡ ἀποχὴ τοῦ κακοῦ, ἀλλὰ τῷ ἄρτι στοι χειουμένῳ  ἐκνεῦσαι προσήκει ἀπὸ τῆς ἐπὶ τὸ κακὸν φορᾶς, καὶ οἱονεὶ  ὁδοῦ κακῆς τῆς ἐν τῷ πονηρῷ βίῳ συνηθείας ἀπαλλαγέντα, οὕτως ἅψασθαι τῆς τῶν ἀγα θῶν  ἐνεργείας.  Ἀμήχανον  γὰρ  ἅψασθαι  τοῦ  ἀγα  θοῦ  μὴ  ἀποστάντα  πρότερον παντελῶς καὶ ἐκνεύσαντα τοῦ κακοῦ· ὡς ἀμήχανον ὑγείαν ἀναλαβεῖν μὴ τῆς νόσου ἀπαλλαγέντα·  ἢ  ἐν  θερμότητι   γενέσθαι   τὸν   μὴ   καθαρῶς   πεπαυμένον   τῆς καταψύξεως· ἀνεπί δεκτα γὰρ ταῦτα ἀλλήλοις. Οὕτω καὶ τὸν μέλλοντα  ἐν ἀγαθῷ βίῳ γενέσθαι πάσης προσήκει τῆς ἐπὶ τὸ κακὸν συναφείας ἀπαλλαγῆναι.  Ζήτησον εἰρήνην,  καὶ δίωξον  αὐτήν. Περὶ ταύτης εἴρηκεν ὁ Κύριος· Εἰρήνην ἀφίημι  ὑμῖν, εἰρήνην  τὴν ἐμὴν δίδωμι  ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν  εἰρήνην,  ἐγὼ δίδωμι ὑμῖν. Ζήτησον οὖν τὴν τοῦ Κυρίου εἰρήνην, καὶ δίωξον αὐτήν. ∆ιώξεις δὲ οὐκ ἄλλως ἢ κατὰ σκο πὸν τρέχων εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Ἄνω γάρ ἐστιν ἡ εἰρήνη ἡ ἀληθής.  Ἐπεὶ ὅσον γε  τῇ  σαρκὶ συνδεδέμεθα χρόνον,  πολλοῖς  καὶ τοῖς  ἐκταράσ σουσιν ἡμᾶς συνεζεύγμεθα. Ζήτησον οὖν εἰρήνην,  λύσιν τῶν  τοῦ κόσμου τούτου θορύβων· κτῆσαι γα ληνιῶντα  νοῦν, ἀκύμονά τινα καὶ ἀτάραχον κατά στασιν τῆς ψυχῆς, μήτε ὑπὸ παθῶν σαλευομένην, μήτε ὑπὸ τῶν ψευδῶν δογμάτων διὰ πιθανότητος   προκαλουμένων   εἰς  συγκατάθεσιν  περιελκομένην,   ἵνα  κτήσῃ  τὴν εἰρήνην τοῦ Θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν, φρουροῦσαν τὴν καρδίαν σου. Ὁ ζητῶν εἰρήνην Χριστὸν ἐκζητεῖ, ὅτι αὐτός ἐστιν ἡ εἰρήνη, ὃς ἔκτισε τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρή νην, καὶ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὑτοῦ, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς εἴτε τὰ ἐπὶ τῆς γῆς. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίοις, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Ὥσπερ οἱ ἅγιοι σῶμά εἰσι Χριστοῦ καὶ μέλη ἐκ μέρους· καὶ ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ τοὺς μὲν ὀφθαλμοὺς, τοὺς δὲ γλώσ σας, ἑτέρους τὸν τῶν χειρῶν, καὶ ἄλλους τὸν τῶν ποδῶν ἐπέχοντας λόγον· οὕτω καὶ αἱ ἅγιαι δυ νάμεις αἱ πνευματικαὶ  καὶ περὶ τὸν οὐράνιον οὖσαι τόπον, αἱ μὲν ὀφθαλμοὶ   λέγονται,   τῷ   τὴν   ἐπισκοπὴν   ἡμῶν   πιστευθῆναι,  αἱ  δὲ  ὦτα, τῷ παραδέχεσθαι ἡμῶν τὰς δεήσεις. Νῦν οὖν τὴν ἐποπτικὴν ἡμῶν δύναμιν, καὶ τὴν τῶν εὐχῶν ἀντιληπτικὴν,  ὀφθαλμοὺς εἶπε καὶ ὦτα. Ὀφθαλμοὶ οὖν Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Ἐπειδὴ πᾶσα πρᾶξις τοῦ δικαίου ἀξία τῆς θεωρίας τοῦ Θεοῦ, καὶ πᾶν ῥῆμα, τῷ μηδὲν ἀργῶς λέγεσθαι παρὰ τοῦ δικαίου, ἐνεργόν ἐστι καὶ ἔμπρακτον, διὰ τοῦτο ἀεὶ ἐφορᾶσθαι καὶ ἀεὶ εἰσακούεσθαι τὸν δίκαιον ὁ λόγος φησί.  Πρόσωπον δὲ  Κυρίου ἐπὶ  ποιοῦντας  κακὰ,  τοῦ  ἐξολοθρεῦσαι  ἐκ  γῆς  τὸ μνημόσυνον  αὐτῶν.  Πρόσωπον οἶμαι  τὴν  πεπαῤῥησιασμένην  καὶ  φανερὰν  τοῦ Κυρίου ἐπιδημίαν τὴν ἐπὶ τῆς κρίσεως λέγεσθαι. ∆ιὸ καὶ ὀφθαλμοὶ Κυρίου, ὡς ἔτι πόῤ ῥωθεν ἐπισκοποῦντος ἡμᾶς, ἐπιβλέπειν τὸν δίκαιον εἴρηνται· αὐτὸ δὲ τὸ πρόσωπον ἐπιφανήσεσθαι, ἐπὶ τὸ ἐξολοθρεῦσαι ἐκ γῆς πᾶν τὸ τῆς πονηρίας μνημό συνον. Μὴ γάρ μοι σωματικῶς διαπεπλασμένον τὸ πρόσωπον τοῦ Θεοῦ νοήσῃς· ἐπεὶ οὕτω γε καὶ ἄλογον εἶναι δόξει τὸ παρὰ τῆς Γραφῆς εἰρημένον, ἰδίᾳ μὲν ὀφθαλμοὺς ὑπάρχειν ἐπιλάμποντας  τῷ δι καίῳ, ἰδίᾳ δὲ τὸ πρόσωπον ἐπιφερόμενον  τοῖς πονη ροῖς.  Καίτοι οὔτε  ὀφθαλμοὶ  χωρὶς  προσώπου, οὔτε  πρόσωπον  ὀφθαλμῶν  ἐστιν ἄμοιρον. Ἄνθρωπος  μὲν οὖν οὐ μὴ ἴδῃ τὸ πρόσωπον Κυρίου, καὶ ζήσε ται· οἱ δὲ ἄγγελοι τῶν ἐν τῇ Ἐκκλησίᾳ μικρῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρὸς ἡμῶν  τοῦ ἐν τοῖς οὐρανοῖς. ∆ιότι νῦν  μὲν χωρῆσαι ἡμᾶς τὴν  θέαν  τῆς ἐνδόξου ἐπιφανείας διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς τὴν περικειμένην ἡμῖν ἀμήχανον· οἱ μέν τοι ἄγγελοι, τῷ μηδὲν ἔχειν προκάλυμμα τοιοῦτον παραπλήσιον τῇ ἡμετέρᾳ σαρκὶ, ὑπ' οὐδενὸς ἐμπο δίζονται διηνεκῶς ἐνατενίζειν  τῷ προσώπῳ τῆς δόξης τοῦ Θεοῦ. Ὥστε καὶ ἡμεῖς, ἐπειδὰν γενώμεθα υἱοὶ τῆς ἀναστάσεως, τότε καταξιωθησόμεθα τῆς πρόσ ωπον πρὸς πρόσωπον γνώσεως. Τότε δὲ οἱ μὲν δί καιοι ἐν ἀγαλλιάσει τῆς θέας τοῦ προσώπου κατ αξιωθήσονται· οἱ δὲ ἁμαρτωλοὶ ἐν κρίσει, μελλούσης ἐξολοθρεύεσθαι παρὰ τῆς δικαίας κρίσεως τοῦ Θεοῦ πάσης τῆς ἁμαρτίας. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσ ήκουσεν αὐτῶν,  καὶ ἐκ πασῶν τῶν  θλίψεων  αὐτῶν ἐῤῥύσατο αὐτούς. Νοητὴ τῶν  δικαίων  ἡ κραυγὴ, ἐν τῷ κρυπτῷ τῆς καρδίας τὴν μεγαλοφωνίαν  ἔχουσα, δυναμένη ἐφικέσθαι καὶ αὐτῶν τῶν ὤτων τοῦ Θεοῦ. Ὁ γὰρ μεγάλα  αἰτῶν,   καὶ  περὶ  ἐπουρανίων   εὐχόμενος,  οὗτος  κράζει,  καὶ  ἀκουστὴν ἀναπέμπει 29.380 τῷ Θεῷ τὴν εὐχήν. Ἐκέκραξαν οὖν οἱ δίκαιοι· οὐδὲν μικροπρεπὲς, οὐδὲ γήϊνον, οὐδὲ ταπεινὸν ἐπεζήτησαν. ∆ιὰ τοῦτο αὐτῶν παρεδέξατο τὴν φωνὴν ὁ Κύριος, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς· οὐ τοσοῦτον ἀπολύων αὐτοὺς τῶν ὀχληρῶν, ὅσον κρείτ τονας τῶν συμβαινόντων  κατασκευάζων. Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. Τῇ ἑαυτοῦ ἀγαθότητι  πᾶσιν ἐγγίζει· μακρύνομεν  δὲ ἑαυτοὺς ἡμεῖς διὰ τῆς ἁμαρτίας. Ἰδοὺ γὰρ, φησὶν, οἱ μα κρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. ∆ιὰ τοῦτο Μωϋσῆς ἐγγίζειν λέγεται τῷ Θεῷ· καὶ εἴ τις ἄλλος παραπλήσιος ἐκείνῳ, δι' ἀνδραγαθήματα καὶ πράξεις ἀγαθὰς ἐγγὺς γίνεται  τοῦ Θεοῦ. Ἄντικρυς δὲ προφητείαν ἔχει ὁ λόγος τῆς ἐπιδημίας  τοῦ Κυ ρίου, καὶ σύμφωνος  τῷ προάγοντι.  Ἐκεῖ μὲν γὰρ ἐλέγετο· Πρόσωπον Κυρίου ἐπὶ  ποιοῦντας  κακά· τουτέστιν,  ἡ ἐπιφάνεια  αὐτοῦ  κατὰ  τὴν κρίσιν ἐπὶ ἀφανισμῷ πάσης πονηρίας γενήσεται· ἐνταῦθα δὲ, Ἐγγὺς ὁ Κύριος τοῖς συντετριμμένοις  τὴν καρδίαν, τὴν ἐπιδημίαν τὴν τοῦ Κυρίου τὴν ἐν σαρκὶ προαγγέλλει, ἐγγίζουσαν ἤδη, καὶ οὐ μακρὰν ἀφεστηκυῖαν. Καὶ τοῦτό σοι πιστὸν ἐκ τῆς Ἡσαΐου προφητείας γενέσθω· Πνεῦμα γὰρ Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσαθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις  ἄφεσιν, καὶ τυφλοῖς  ἀνάβλεψιν.  Ἐπειδὴ γὰρ ἰατρὸς ἀπεστέλ λετο τῶν συντετριμμένων  τὴν καρδίαν, Ἐγγὺς, φησὶ, Κύριός ἐστιν· ὑμῖν λέγω τοῖς ταπεινοῖς καὶ συντρίψασιν ἑαυτῶν τὸ φρόνημα, εὐθυμοποιῶν ὑμᾶς καὶ εἰς μακροθυμίαν ἐνάγων τῇ χαρᾷ τῶν προσ δοκωμένων. Συντριμμὸς δὲ καρδίας ἐστὶν ὁ ἀφανισμὸς  τῶν  ἀνθρωπίνων    λογισμῶν. Ὁ  καταφρονήσας   τῶν    τῇδε,   καὶ ἀποδεδωκὼς ἑαυτὸν τῷ λόγῳ τοῦ Θεοῦ, καὶ ἐμπαρέχων ἑαυτοῦ τὸ ἡγεμονικὸν τοῖς ὑπὲρ ἄνθρω πον καὶ θειοτέροις νοήμασιν, οὗτος ἂν εἴη ὁ συντε τριμμένην ἔχων τὴν καρδίαν, καὶ ποιήσας αὐτὴν θυσίαν οὐκ ἐξουδενωμένην  ὑπὸ τοῦ Κυρίου. Καρδίαν γὰρ συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἐγγὺς οὖν Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. Ὁ μηδὲν ἔχων ἔπαρμα, μηδὲ φρονῶν  ἐπί τινι τῶν ἀνθρωπίνων,  οὗτος καὶ συντε τριμμένος ἐστὶ τῇ  καρδίᾳ, καὶ  ταπεινὸς  τῷ  πνεύματι.  Ἔστι μὲν  ταπεινὸς  καὶ  ὁ κατὰ  τὴν ἁμαρτίαν πορευό μενος, διότι ταπεινωτικὴ  μάλιστα πάντων  ἡ ἁμαρ τία. Καθὸ καὶ τὴν  ἐφθαρμένην  καὶ ἀπολέσασαν τὸν  τῆς παρθενίας  ἁγιασμὸν λέγομεν ταπεινοῦσθαι. Ὡς ὁ Ἀμνὼν, φησὶν, ἐπαναστὰς τῇ Θάμαρ, Ἐταπείνωσεν αὐτήν. Ὅσοι οὖν τὸ ἀνάστημα καὶ τὸ δίαρμα τῆς ψυχῆς  ἀπολωλέκασιν,  ὑπὸ τῆς ἁμαρτίας κα ταβληθέντες  εἰς γῆν,  καὶ οἱονεὶ  ἐδαφισθέντες,  ὁμοίως   τῷ  ὄφει συμπορευόμενοι συγκύπτουσι, μὴ δυνάμενοι  ἀνορθωθῆναι  εἰς τὸ παντελὲς,  οὗτοι τεταπείνωνται  μὲν, οὐ μὴν τῷ πνεύματι· οὐ γὰρ ἐπαινετὴ αὐτῶν ἡ ταπείνωσις. Ὅσοι δὲ ἔχοντες τὴν τοῦ Πνεύματος τοῦ ἁγίου χάριν, ἑκόντες ἑαυτοὺς ὑποταπεινοῦσι τοῖς ὑποδεεστέροις, κατὰ  τὸν  Ἀπόστολον λέγοντες  ἑαυ τοὺς εἶναι  δούλους  τινῶν  ἐν Χριστῷ, καὶ Πάν των περίψημα ἕως ἄρτι· καὶ πάλιν· Ὡς πε ρικαθάρματα τοῦ κόσμου ἐγενήθημεν· οἱ πνευ ματικῶς τῇ ταπεινώσει κεχρημένοι, πάντων ἑαυτοὺς ποιοῦντες ἐσχάτους, ἵνα πάντων  πρῶτοι γένωνται  ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τούτους καὶ μακαρίζει ὁ Κύριος λέγων· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Ἐν παντὶ, φησὶ, θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι. ∆ιὰ τοῦτό φησι καὶ ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Ὥστε ἐὰν ἴδῃς ποτὲ ἐν νόσοις, ἐν πηρώσεσι σώματος, ἐν ἀποβολῇ τῶν οἰκείων, ἐν πλη γαῖς, ἐν ἀτιμίαις, ἐν πάσῃ ἐνδείᾳ καὶ ὑστερήσει τῶν ἀναγκαίων  τοὺς δικαίους ὑπάρχοντας, μνήσθητι, ὅτι Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Ὁ δὲ λέγων  μὴ πρέπειν τῷ δικαίῳ τὴν θλίψιν, οὐδὲν ἕτερον λέγει ἢ μὴ ἁρμόζειν τῷ ἀθλητῇ   τὸν  ἀνταγωνιστήν.   Μὴ  ἀγωνιζόμενος   δὲ  ὁ  ἀθλητὴς   τίνας   ἕξει  τῶν στεφάνων  τὰς  ὑποθέσεις; Ἤδη δὲ  τέταρτον  λέγεται  ἐν  τῷ  ψαλμῷ  τούτῳ,  τίνα τρόπον ἀπὸ θλίψεως  ῥύεται ὁ Κύριος, οὓς ἐὰν θέλῃ  ῥύσασθαι. Πρῶτον μὲν γάρ· Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με· δεύτε ρον δὲ πάλιν· Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλί ψεων αὐτοῦ ἔσωσεν αὐτόν· καὶ τρίτον· Ἐκέκραξαν οἱ δίκαιοι, καὶ  ὁ Κύριος εἰσήκουσεν αὐ τῶν,  καὶ  ἐκ πασῶν  τῶν  θλίψεων  αὐτῶν  ἐῤῥύσατο αὐτούς·  καὶ  τελευταῖον·  Πολλαὶ  αἱ  θλίψεις  τῶν  δικαίων,  καὶ  ἐκ  πασῶν  αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν· ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Πότερον δεῖ ἐπὶ τῆς λέξεως μεῖναι, καὶ ἀρκεσθῆναι τῇ κατὰ τὸ πρό χειρον προσπιπτούσῃ ταῖς ἀκοαῖς ἡμῶν ἐννοίᾳ, ὅτι τὰ ὀστᾶ ταῦτα, τὰ τῆς σαρκὸς ὑποστηρίγματα, οὐ συν τριβήσεται τῶν δικαίων διὰ τὴν παρὰ τοῦ Κυρίου δε δομένην αὐτοῖς φυλακήν; Καὶ πότερον ζῶντος μόνον καὶ ἐν τῷ βίῳ τυγχάνοντος  ἀσύντριπτα τοῦ δικαίου φυλαχθήσεται τὰ ὀστᾶ; ἢ καὶ ἀπολυθέντος τοῦ δεσμοῦ τοῦ σωματικοῦ, μηδὲν αἴτιον ἐπισυμβήσεσθαι συντριβῆς τῷ δικαίῳ; Καὶ μὴν πολλὰ μεμαθήκαμεν ἐπὶ τῆς πείρας ὀστᾶ δικαίων συντετριμμένα, τῶν ἐν τοῖς ὑπὲρ τῆς εἰς Χριστὸν μαρτυρίας παραδόντων  ἑαυτοὺς  παντοίοις  εἴδεσι παθημάτων.  Ἤδη γάρ  τι  νων  καὶ  σκέλη κατέαξαν  οἱ  διώκοντες,  καὶ  χεῖρας  καὶ  κεφαλὰς  διέπειραν  τοῖς  ἥλοις πολλάκις.  Καί τοι  τίς  ἀντερεῖ  μὴ  οὐχὶ  πάντων  εἶναι  δικαιοτάτους  τοὺς  ἐν  τῷ μαρτυρίῳ τετελειωμένους;  Ἀλλὰ μήποτε, ὥσπερ ἄνθρωπος  λέγεται,  τουτέστιν,  ἡ ψυχὴ, καὶ ὁ νοῦς ὁ ἀνθρώπινος· οὕτω καὶ τὰ μέλη αὐτοῦ ὁμωνύμως ὀνομάζεται πρὸς τὰ τῆς  σαρκός· ὡς  πολ  λάκις  ὀνομάζει ἡ Γραφὴ τοῦ κρυπτοῦ ἀνθρώπου,  ἐν  τῷ λέγειν·  Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ  ἐν κεφαλῇ  αὐτοῦ· τουτέστι προορατικόν ἐστι καὶ περιεσκεμμέ νον τὸ κρυπτὸν τοῦ σοφοῦ. Καὶ πάλιν ὀφθαλμοὺς ὁμοίως λέγει τούς τε τῆς ψυχῆς καὶ τῆς σαρκὸς, οὐ μόνον ἐν ᾗ παρεθέμεθα λέξει, ἀλλ' ἐν τῷ φάσκειν τὴν ἐντολὴν  Κυρίου τηλαυγῆ  εἶναι καὶ φωτίζουσαν  ὀφθαλμούς.  Τί δὲ δεῖ λέγειν  περὶ τοῦ, Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω; ∆ῆλον γὰρ, ὅτι κέκτηνταί τινες ὦτα κρείττονα δυνάμενα ἀκούειν λόγων Θεοῦ. Πρὸς δὲ τοὺς μὴ ἔχοντας ἐκεῖνα τὰ ὦτα τί φησιν; Οἱ κω  φοὶ,  ἀκούσατε, καὶ  οἱ  τυφλοὶ,  ἀναβλέψατε·  καὶ,  Τὸ στόμα μου  ἤνοιξα,  καὶ εἵλκυσα πνεῦμα· καὶ, Ὀδόντας ἁμαρτωλῶν  συνέτριψας. Ταῦτα γὰρ πάντα εἴρηται πρὸς τὰς ὑπουργούσας δυνάμεις  ἐπὶ τὴν νοη τὴν τροφὴν  καὶ τὸν νοητὸν  λόγον. Τοιοῦτον δὲ καὶ τὸ, Τὴν κοιλίαν  μου ἀλγῶ·  καὶ τὸ, Ὁ ποῦς τοῦ δι καίου οὐ μὴ προσκόψῃ. Πάντα γὰρ ἐπὶ τοῦ ἔσω ἀνθρώπου κατείλεκται τὰ τοιαῦτα. Κατὰ δὲ τὸν αὐ τὸν λόγον καὶ ὀστᾶ τινα ἂν τοῦ ἐν τῷ κρυπτῷ, ἐν οἷς ὁ σύνδεσμος καὶ ἡ ἁρμονία τῶν ψυχικῶν ἐστι δυ νάμεων συγκροτουμένη. Καὶ ὥσπερ τὰ ὀστᾶ τῇ οἰκείᾳ εὐτονίᾳ τῶν σαρκῶν περιστέλλει τὴν ἁπαλότητα, οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ εἰσί τινες, οἳ διὰ τὴν οἰκείαν στεῤῥότητα τὰ ὑστερήματα δύνανται τῶν ἀσθενούν των βαστάζειν. Καὶ ὥσπερ τὰ ὀστᾶ συνάπτεται ἀλ λήλοις κατὰ τὰς διαρθρώσεις νεύροις καὶ συνδέσμοις ἐπιπεφυκόσιν, οὕτως ἂν εἴη καὶ ὁ τῆς ἀγάπης καὶ τῆς εἰρήνης σύνδεσμος, συμφυΐαν τινὰ καὶ ἕνωσιν  τῶν  πνευ ματικῶν  ὀστέων ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ κατεργαζό μενος.  Περὶ τούτων  τῶν  ὀστέων  τῶν  λυομένων  ἀπὸ  τῆς  ἁρμονίας,  καὶ  οἱονεὶ ἐξάρθρων γινομένων, φησὶν ὁ Προ φήτης· ∆ιεσκορπίσθησαν τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην. Καὶ ἐάν ποτέ γε ταραχὴ αὐτὰ καὶ κρα δασμὸς καταλάβῃ, εὐχόμενος  λέγει· Ἴασαί με, Κύ ριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. Ὅταν δὲ σώζῃ τὴν οἰκείαν ἁρμονίαν, φυλαττόμενα  ὑπὸ τοῦ Κυρίου, οὐδὲ ἓν αὐτῶν συντριβήσεται, ἀλλ' ἄξιά ἐστι δόξαν ἀνα φέρειν τῷ Θεῷ. Πάντα γὰρ, φησὶ, τὰ ὀστᾶ μου ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι; Εἶδες  λογικῶν  ὀστέων φύσιν; Τάχα δ' ἂν τοῦτο ἡ Ἐκκλησία λέγοι, τὸ, Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, κατὰ τὸ τῆς ἀναστάσεως μυστήριον. Τάδε γὰρ, φησὶ, λέγει Κύριος τοῖς ὀστέοις τούτοις· Ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω ἐφ' ὑμᾶς νεῦρα, καὶ ἀνάξω ἐφ' ὑμᾶς σάρκας, καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος. Ταῦτα οὖν τὰ ὀστᾶ, ἀπολαβόντα τὴν ζωὴν, εὐχαριστοῦντα τῷ ἀναστήσαντι, ἐροῦσι· Κύριε, Κύριε, τίς ὅμοιός σοι; Ἀκριβῶς πρόσκειται τὸ, Θάνατος ἁμαρτωλῶν πονηρός· διότι ἐστί τις ἐπὶ τῶν δικαίων θάνατος οὐ πονηρὸς τὴν φύσιν, ἀλλ' ἀγαθός. Οἱ γὰρ συναποθα νόντες τῷ Χριστῷ ἐν ἀγαθῷ θανάτῳ γεγόνασι· καὶ οἱ ἀποθανόντες τῇ ἁμαρτίᾳ τὸν ἀγαθὸν καὶ σωτήριον ἀποτεθνήκασι θάνατον. Ὁ μέντοι τῶν ἁμαρτωλῶν  πονηρός. ∆ιαδέχεται γὰρ αὐτοὺς ἡ κόλασις, ὡς καὶ τὸν πλούσιον τὸν ἐνδεδυμένον πορφύραν καὶ βύσ σον, καὶ εὐφραινόμενον  καθ' ἡμέραν λαμπρῶς. Καὶ οἱ  μισοῦντες  τὸν  δίκαιον  πλημμελήσουσιν.  Οἳ καὶ  διὰ  τὸ  ἐν  πλημμελείαις  ζῇν μισοῦσι τὸν δίκαιον· ὡς ὑπὸ τῆς ἐν τῷ κανόνι  εὐθύτητος, τῷ τρόπῳ τοῦ δικαίου, οὕτως αὐτοὶ τῇ παραθέσει τοῦ βελτίονος ἐλεγχόμενοι. Καὶ διότι ἐν ἁμαρτίαις ζῶσι, μισητικῶς διάγουσι πρὸς τὸν δίκαιον φόβῳ τῶν ἐλέγχων· καὶ διότι μισοῦσι, πάλιν ἁμαρτίαις ἑαυτοὺς περιβάλλουσι. Πολλαὶ γὰρ αἱ προφάσεις δι' ἃς ἂν μισηθείη ὁ δί καιος· ἥ τε παῤῥησία ἡ ἐν τοῖς ἐλέγχοις.  Μι σοῦσι γὰρ ἐν πύλαις  ἐλέγχοντα,  καὶ
λόγον ὅσιον βδε λύσσονται. Καὶ ἡ φιλοπρωτία δὲ καὶ ἡ φιλαρχία πολλοὺς ἐκίνησεν εἰς τὸ μισεῖν τοὺς κρείττονας· ἔσθ' ὅτε δὲ καὶ ἄγνοια τοῦ περὶ τοῦ δικαίου λόγου, καὶ τοῦ, τίς ὁ δίκαιος. Θάνατος ἁμαρτωλῶν πονη ρός. Ἢ καὶ τὴν ζωὴν ἅπασαν θάνατον ὀνομάζει· διότι τὴν σάρκα ταύτην θάνατον προσηγόρευσεν ὁ Ἀπόστολος, εἰπών· Τίς με ῥύσεται ἐκ τοῦ σώμα τος τοῦ θανάτου τούτου; Οἱ δὲ κακῶς κεχρημένοι τῷ σώματι τούτῳ,  καὶ  πάσης ἁμαρτίας  αὐτὸ  ὑπηρε  σίαν  ποιούμενοι,  πονηρὸν  ἑαυτοῖς  τὸν θάνατον  κατα  σκευάζουσι. Λυτρώσεται Κύριος ψυχὰς  δούλων  αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλ πίζοντες ἐπ' αὐτῷ. Ἐπειδὴ κατείχοντο ὑπὸ τὴν αἰχμαλωσίαν  τοῦ ἐχθροῦ οἱ κτισθέντες  ἐπὶ τῷ δουλεύειν  τῷ Κυρίῳ, τούτων  τὰς ψυχὰς   λυτρώσεται   τῷ   τιμίῳ   αὐτοῦ   αἵματι.   ∆ιὸ οὐδεὶς  ἐν  πλημμελείαις ἐξετασθήσεται τῶν ἐλπιζόντων ἐπ' αὐτόν.

Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου